Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τινὲς δ’ ἀπὸ ἑνὸς σημείου τὸ σῶμά [*](29 ταῦτα G 30 περατοῦντος NLE: περιπατοῦντος ς (cf. V. 31 ἄπειρον et p. 617, 18) 81 γεννώσης δύο N 1 τὸν Gen.: τὴν G 3 ἐτέλεσαν N i: ἐν <τῶ> κόσμω ’ς συνεστήσατο 5 τὸ σημεῖον om. ς τὸν om. N 7 καὶ — 8 σημεῖον om. ς 8 ἀρχὴ — 9 τὸν om. N 12 <ἡ> γραμμή N 16 <τὴν> L: δευτέραν Bekk. dubit. 16 τε G: δὲ Gen. 19 τελεῖται L 22 τινὸς ἄλλου N ἀποτελεῖται Bekk.: ἀποτελεῖ G)

φασι συνίστασθαι· τουτὶ γὰρ τὸ σημεῖον ῥυὲν γραμμὴν ἀποτελεῖν, τὴν δὲ γραμμὴν ῥυεῖσαν ἐπίπεδον ποιεῖν, τοῦτο δὲ εἰς βάθος κινηθὲν τὸ σῶμα γεννᾶν τριχῇ διαστατόν.

διαφέρει δὲ ἡ τοιαύτη τῶν Πυθαγορικῶν στάσις τῆς τῶν προτέρων. ἐκεῖνοι μὲν γὰρ ἐκ δυεῖν ἀρχῶν, τῆς τε μονάδος καὶ ἀορίστου δυάδος, ἐποίουν τοὺς ἀριθμούς, εἶτ’ ἐκ τῶν ἀριθμῶν τὰ σημεῖα καὶ τἀς γραμμὰς τά τε ἐπίπεδα σχήματα καὶ τὰ στερεά· οὗτοι δὲ ἀπὸ ἑνὸς σημείου τὰ πάντα τεκταίνουσιν. ἐξ αὐτοῦ μὲν γὰρ γραμμὴ γίνεται, ἀπὸ γραμμῆς δὲ ἐπιφάνεια, ἀπὸ δὲ ταύτης σῶμα.

πλὴν οὕτω μὲν ἀποτελεῖται τὰ στερεὰ σώματα ἡγουμένων τῶν ἀριθμῶν· ἀφ’ ὧν λοιπὸν καὶ τὰ αἰσθητὰ συνίσταται, γῆ τε καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, καὶ καθόλου ὁ κόσμος, ὅν φασι καθ’ ἁρμονίαν διοικεῖσθαι πάλιν ἐχόμενοι τῶν ἀριθμῶν, ἐν οἶς οἱ λόγοι εἰσὶ τῶν συστατικῶν τῆς τελείου ἁρμονίας συμφωνιῶν, τῆς τε διὰ τεσσάρων καὶ τῆς διὰ πέντε καὶ τῆς διὰ πασῶν, ὧν ἡ μὲν ἐν ἐπιτρίτῳ ἔκειτο λόγῳ, ἡ δὲ ἐν ἡμιολίῳ, ἡ δὲ ἐν διπλασίονι.

εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον κἀν τῇ περὶ κριτηρίου σκέψει (adv. dogm. I 96 sqq.) κἀν τοῖς περὶ ψυχῆς.

Νῦν δὲ ὑποδειχθέντος, ὅτι μεγάλην δύναμιν ἀπονέμουσι τοῖς ἀριθμοῖς οἱ ἀπὸ τῆς Ἰταλίας φυσικοί, μετελθόντες καὶ τἀς ἀκολούθους τῷ τόπῳ κομίζωμεν ἀπορίας.

ὅταν οὖν λέγωσι τῶν ἀριθμητῶν [μηδὲν εἶναι ἕν], ἕν], τῶν αἰσθητῶν καὶ ὑποπιπτόντων, μηδὲν εἶναι ἕν, μετοχῇ δὲ τοῦ ἑνὸς τοῦ ὡσανεὶ πρώτου καὶ στοιχείου ἕν τι καλεῖσθαι, εἰ οὖν τὸ δεικνύμενον καὶ καλούμενον ζῷον ‘ὲν εἴη, τὸ μὴ δεικνύμενον φυτὸν οὐκ ἔσται ἴν. οὐ γὰρ δεῖ πολλὰ εἶναι, μετοχῇ δὲ τοῦ ἑνὸς ἕκαστον νοεῖσθαι ἔν, οἶον ζῷον ξύλον φυτόν.

εἰ [*](285—257 ~ adv. math. IV 11—13. Hyp. III 156.) [*](1 γὰρ E (coni. Bekk.): om. ς 4 αἰσθητὰ NE: στερεὰ Lς 9 ἐν om. N ἐπὶ τρίτω N 16 μηδὲν — ἐν secl. Fabr. 18 οὖν del. Kayser 19 καλούμενον scr. coll, v. 18: τὸ μένον G: τὸ θεωρούμενον Fabr. : καὶ τὸ μένον del. Kayser 20 οὐ γὰρ — 21 φυτόν transp. Kayser post 30 δεικνύμενον)

γὰρ τὸ δεικνύμενον ζῷον ἕν ἐστι, τὸ μὴ ὂν ζῷον, οἷον τὸ φυτόν, οὐκ ἔσται ἕν· καὶ εἰ τὸ φυτὸν ἕν ἐστι, τὸ μὴ ὂν φυτόν, οἷον τὸ ζῷον, οὐκ ἔσται ἔν. ἀλλὰ λέγεταί γε τὸ μὴ ὂν ζῷον ἕν, καθάπερ τὸ φυτόν, καὶ τὸ μὴ ὂν φυτὸν πάλιν ἔν, ὧς τὸ ζῷον. οὐκ ἄρα ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν. τὸ δὲ οὗ ἕκαστον μετοχῇ νενόηται ἕν, ἐκεῖνο ἕν τέ ἐστι καὶ πολλά, ‘ὲν μὲν καθ’ ἑαυτό, πολλὰ δὲ κατὰ περίληψιν.

ὅπερ πλῆθος πάλιν οὐκ ἔστιν ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον. εἰ γὰρ τὸ τῶν ζῴων πλῆθος ἔστιν, τὸ τὸ τῶν φυτῶν οὐκ ἔσται πλῆθος, καὶ εἰ τὸ τούτων, ἀνάπαλιν οὐκ ἔσται τὸ τῶν ζῴων. λέγεται δέ γε καὶ ἐπὶ φυτῶν καὶ ἐπὶ ζῴων καὶ ἐπ’ ἄλλων ἱκανῶν πλῆθος· οὐκ ἄρα τόυ ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον πλῆθος τῷ ὄντι πλῆθός ἐστιν, ἀλλὰ ἐκεῖνο τὸ οὗ μετοχῇ νενόηται τοῦτο πλῆθος.

ὅταν δὴ τὰ τοιαῦτα λέγωσιν οἱ Πυθαγορικοὶ τῶν φιλοσόφων, ὅμοιόν τι λέγουσι τῷ μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων ἄνθρωπον εἶναι, ἀλλὰ τὸν οὗ μετοχῇ ἕκαστος εἷς τε ἄνθρωπος νενόηται καὶ πολλοὶ ἄνθρωποι καλοῦνται. νοεῖται γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ διὰ τοῦτο οὔτε Σωκράτης ἄνθρωπός ἐστιν οὔτε Πλάτων’, οὐκ ἄλλος τις τῶν ἐπ’ εἴδους.

εἰ γὰρ Σωκράτης, καθὸ Σωκράτης ἐστίν, ἄνθρωπος καθέστηκεν, ὁ Πλάτων’ οὐκ ἔσται ἄνθρωπος, οὐδὲ Δίων ἢ Θέων· καὶ εἰ Πλάτων’ ἐστὶν ἄνθρωπος, ὁ Σωκράτης οὐκ ἔσται. λέγεται δέ γε καὶ Σωκράτης ἄνθρωπος καὶ Πλάτων’ καὶ ἕκαστος τῶν ἄλλων· οὐκ ἄρα τῶν ἐπὶ μέρους ἀνθρώπων ἕκαστός ἐστιν ἄνθρωπος, οὗ δὲ μετοχῇ ἕκαστος αὐτῶν νενόηται ἄνθρωπος, ὃς οὔκ ἐστιν εἶς ἐξ αὐτῶν.

ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ φυτοῦ καὶ πάντων τῶν λοιπῶν. ἄτοπον δέ γέ ἐστι μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων λέγειν ἄνθρωπον εἶναι, μηδὲ τῶν φυτῶν φυτόν· ἄτοπον ἄρα καὶ τὸ ἕκαστον τῶν ἀριθμη- [*](288—292 ~ adv. dogm. IV 17—18.) [*](27 νοεῖται E 82 #x003E; φυτῶν E 1 an εἰδικῶν? 2 ἀριθμοῖς N 8 ὁ om. N 12 οὐδὲ Bekk.: οὔτε G)

τῶν κατὰ τὸν ἴδιον λόγον μὴ λέγειν ἴν.

ἄλλως τε καὶ ἡ κομιζομένη κατὰ τοῦ γένους ἀπορία φθάνειν ἔοικε καὶ ἐπὶ τὴν τοιαύτην τῶν Πυθαγορικῶν δόξαν. ὧς γὰρ ὁ γενικὸς ἄνθρωπος οὔτε μετὰ τῶν ἐπ’ εἴδους ἀνθρώπων θεωρεῖται, ἐπεὶ καὶ αὐτὸς ἔσται εἰδικός, οὔτε κατ’ ἰδίαν ὑφέστηκεν, ἐπεὶ οὐ γενήσονται οἱ κατὰ μέρος ἄνθρωποι μετοχῇ αὐτοῦ ἄνθρωποι, οὔτ’ ἐν αὐτοῖς τούτοις περιέχεται ἀδιανόητον γὰρ τούτου μετοχῇ ἀπείρους εἷναι καὶ τοῦτο

μὲν τεθνηκόσι, τοῦτο δὲ ζῶσι περιέχεσθαι) , — ὧς οὖν οὗτος ὁ λόγος ἄπορος, οὕτω καὶ ὁ περὶ τοῦ ἑνὸς τούτου μᾶλλόν ἐστιν ἀπορώτερος τῷ μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμοῖς αὐτὸ θεωρεῖσθαι, μήτε κατὰ παντὸς αὐτὸ δύνασθαι τετάχθαι, μήτε μετοχὴν αὐτοῦ τοῖς ἀπείροις προϋπάρχειν.

ἥ γε μὴν τοῦ ἑνὸς ἰδέα, ἧς κατὰ μετοχὴν ἕκαστον νοεῖται ἔν, ἤτοι μία ἐστὶν ἰδέα τοῦ ἑνὸς ἢ πλείους ἰδέαι τοῦ ἑνός. καὶ εἰ μὲν μία, ἤτοι ὅλης μετέχει ἕκαστον τῶν ἀριθμητῶν ἢ μέρους τινὸς αὐτῆς. καὶ εἰ μὲν ὅλης μετέσχηκεν, οὐκ ἔστι μία· εἰ γὰρ ὅλην ἔχει τὴν τοῦ ἑνὸς ἰδέαν λόγου χάριν τὸ Α, ἐξ ἀνάγκης τὸ Β, μὴ ἔχον οὗ μετάσχῃ, οὐκ ἔσται ἕν· ὅπερ ἄτοπον.

εἰ δὲ πολυμερής ἐστιν ἡ τοῦ ἑνὸς ἰδέα καὶ ἕκαστον τῶν ἀριθμητῶν ἑκάστου μέρους αὐτῆς μετείληφεν, πρῶτον μὲν ἕκαστον τῶν ὄντων οὐ τῆς τοῦ ἑνὸς ἰδέας ἔσται μετειληφός, ἀλλὰ μέρους αὐτῆς, καὶ διὰ τοῦτο οὐκέτι γενήσεται ἕν· ὧς γὰρ τὸ μέρος ἀνθρώπου οὐκ ἔστιν ἄνθρωπος καὶ τὸ μέρος τῆς λέξεως οὐκ ἔστι λέξις, οὕτω τὸ μέρος τῆς τοῦ ἑνὸς ἰδέας οὐκ ἔσται ἡ τοῦ ἑνὸς ἰδέα, ἴνα καὶ τὸ μετεσχηκὸς αὐτῆς γένηται ἕν.

εἶτα ἡ τοῦ ἑνὸς ἰδέα οὐκέτι γίνεται ἑνὸς ἰδέα, οὐδὲ μία, ἀλλὰ πλείους. τὸ γὰρ ἕν, ἡ ἕν ἐστιν, ἀδιαίρετον καθέστηκεν, καὶ ἡ μονάς, ἡ μονάς ἐστιν, οὐ διχάζεται· ἢ εἴπερ εἰς πολλὰ διαιρεῖται, ἀθροισμὸς πλειό- [*](293—298 ~ Hyp. III 158—162. adv. math. IV 18—20.) [*](25 εἰδικὸς N: ἰδικὸς LEg 1/2 προυπάρχειν N: ὑπάρχειν LEς (excepto V) : ἄρχειν Y 12 μέρος E 14 ἔσται E 16 γενήσεται ς 19 διαιρεῖται N: διαίρεται LEς)

νῶν μονάδων γενήσεται καὶ οὐκέτι μονὰς.

εἰ δὲ πλείους εἶεν ἰδέαι τοῦ ἑνός, ὡς ἕκαστον τῶν ἀριθμητῶν ἰδίας τινὸς μετέχειν ἰδέας καθ’ ἣν ·ὲν νοεῖται, ἤτοι ἡ τοῦ Α ἰδέα καὶ ἡ τοῦ Β μετέχουσιν ἑνός τινος ἰδέας, καθ’ ἣν ἑκάτερον αὐτῶν προσαγορεύεται ἕν, ἤ οὐ μετέχουσιν.

καὶ εἰ μὲν οὐ μετέχουσιν, ὃν τρόπον αὗται δύνανται τῆς τοῦ ἑνὸς ἐπικατηγορίας ἀξιοῦσθαι μὴ μετέχουσαί τινος ἐπαναβεβηκυίας τοῦ ἑνὸς ἰδέας, οὕτω δύναται καὶ πᾶν τὸ ὁπωσοῦν λεγόμενον ὲν μὴ κατὰ μετοχὴν τῆς τοῦ ἑνὸς ἰδέας προσαγορεύεσθαι ἕν.

εἰ δὲ μετέχουσιν, ἡ ἀρχῆθεν μένει ἀπορία· πῶς γὰρ αἱ δύο ἰδέαι τῆς μιᾶς μετέχουσιν ἰδέας; ὅλης ἑκατέρα, ἤ μέρους αὐτῆς; ὁπότερον γὰρ ἄν λέγωσιν, ἐπαχθήσονται αἱ μικρῷ πρόσθεν ἀποδοθεῖσαι πρὸς ἡμῶν ἀπορίαι.

Σὺν τούτοις· ἐπεὶ πᾶν τὸ λαμβανόμενον ἀνθρώπῳ ἤτοι αἰσθήσει λαμβάνεται καὶ κατὰ ψιλὴν ἐγκύρησιν ἤ διανοίᾳ, πάντως καὶ ὁ ἀθροισμός, εἴπερ ἀνθρώπῳ ληπτός ἐστιν, ἤτοι αἰσθήσει ἢ διανοίᾳ καταληφθήσεται.

ἀλλὰ αἰσθήσει μὲν καὶ ἁπλῇ ἐμφάσει οὐκ ἂν ληφθείη· πλανᾷ γὰρ ἐνίους ἡ τῶν ἀριθμητῶν ὑπόστασις, ἐπείπερ βλέποντες ταῦτα λευκὰ ἢ μέλανα ἢ κοινῶς αἰσθητὰ ὑπονοοῦσιν, ὅτι καὶ ὁ ἀριθμὸς αἰσθητόν τί ἐστι καὶ φαινόμενον πρᾶγμα, μὴ ἐχούσης οὕτω τῆς ἀληθείας. τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν, καὶ εἰ οὕτω τύχοι, τὸ φυτὸν καὶ ὁ λίθος καὶ τὸ ξύλον καὶ τῶν ἀριθμητῶν ἕκαστον φαίνεται καὶ αἰσθήσει ληπτόν ἐστιν, ὁ δ’ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἔστιν ἡμῖν αἰσθητὸς οὐδὲ φαίνεται.