Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὁ μὲν γὰρ Διονύσιος κατά τι διώρισε τὸν τῆς γραμ- ματικῆς ὅρον, ἐπὶ μόνων αὐτὴν ποιητῶν τε καὶ συγγρα- φέων στήσας· οὗτος δέ περὶ πᾶσαν Ἑλληνικὴν φωνὴν καὶ περὶ πᾶν σημαινόμενον καταγίγνεσθαι ταύτην θέλει. ὅπερ, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲ θεοῖς ἀνυτόν ἐστιν. ὡς γὰρ καὶ πρό- τερον ἐλέγομιεν (PH II 78.89),οὐδεμία μέθοδος συνίσταται περί τι ἄπειρον, ἀλλὰ καὶ μάλιστα αὕτη τοῦτο περατοῖ·

τῶν γὰρ ἀορίστων ἡ ἐπιστήμη δεσμός ἐστιν τὰ δὲ σημαί- νοντα καὶ cημαινόμενα τῶν πραγμάτων ἐστὶν ἄπειρα· οὐκ ἄρα ἐστὶν ἡ γραμματικὴ τέχνη περὶ τὰ σημαίνοντα καὶ σημαινόμενα. καὶ μὴν παντοῖαι γίνονται τῶν φονῶν μεταβολαὶ καὶ πρὸ τοῦ γεγόνασι καὶ εἰσαῦθις γενήσονται· φιλομετάβολον γάρ τί ἐστιν ὁ αἰών, οὐκ εἰς φυτὰ μόνον καὶ ζῷα ἀλλὰ καὶ εἰς ῥήματα.

περὶ ἑστῶσαν δέ ἀπειρίαν, οὐ τοί γε καὶ μεταβάλλουσαν ἀμήχανόν ἐστι γνῶσιν ἀν- θρωπίνην εὑρεῖν. οὐδέ ταύτῃ ἄρα ἡ γραμματικὴ συστή- σεται. ἄλλως τε ἤτοι τεχνικὴν οἴεται εἶναι τὴν ἕξιν ἢ ἄτεχνον. καὶ εἰ μέν τεχνικήν, πῶς οὐκ αὐτὴν εἶπε τέχνην ἀλλὰ τὸ ἀφʼ οὖ ἔστιν; εἰ δέ ἄτεχνον, ἐπεὶ οὐ δυνατὸν διὰ τοῦ ἀτέχνου τὸ τεχνικὸν ὁρᾶσθαι, οὐδὲ συστήσεταί τις γραμματικὴ ἕξις τεχνικῶς διαγινώσκουσα τὰ παρʼ Ἕλλησι σημαίνοντά τε καὶ σημαινόμενα.

Δημήτριος δέ ὁ ἐπικαλούμενος Χλωρὸς καὶ ἄλλοι τι- νὲς τῶν γραμματικῶν οὕτως ὡρίσαντο· ‘γραμματιτκή [*](§ 8 4 Δημήτριος Χλωρός laudatur schol. in Nicandri theriac. 31, 16; 43, 4; 46, 20 Schneider Keil) [*](2 τε om. C || 10 θεμητόν ἐστιν.... ἀνυτὸν εἰπεῖν D || 13 ἡ om. LVr || 19 περὶ ἑστῶσαν Bekk.: περιεστῶσαν G || 20 οὔτοι AB: οὔτι R: οὔτι ceτt. || 22 τεχνικὴν edd.: τέχνην G || 23 εἶπε τέχνην A Bekk.: εἶπε τὴν τ. cett. || 24 ἀλλὰ καὶ τὸ V C Herv.: καὶ alt. man. in marg. add. B ||23 οὐδὲ LVrAB: οὐ EDVCR || 28 χλορός L )

23
ἐστι τέχνη τῶν παρὰ ποιηταῖς τε καὶ τῶν κατὰ τὴν κοι- νὴν συνήθειαν λέξεων εἴδησιςʼ. μένουσι δέ καὶ τούτοις αἱ αὐταὶ ἀπορίαι· οὔτε γὰρ πάντων τῶν παρὰ ποιηταῖς λε- γομένων δύναται εἶναι τέχνη γραμματικὴ οὔτε τινῶν. καὶ πάντων μέν αὐτόθεν ἀδύνατον,

εἴγε καὶ περὶ θεῶν καὶ περὶ ἀρετῆς καὶ ψυχῆς λέγεται παρὰ τοῖς ποιη ταῖς, ὧν ἀπείρως ἔχουσιν οἱ γραμματικοί· τινῶν δὲ διὰ τὸ μὴ εἰς τοὺς γραμματικοὺς τὸ τοιοῦτον πίπτειν μόνους ἀλλὰ καὶ ἄλλους τινάς, οἷον φιλοσόφυς καὶ μουσικοὺς καί ἰατρούς· σονεώρων γὰρ καὶ οἵδε τινὰ τῶν παρὰ ποιηταῖς.

πάλιν τε ἐν τῷ λέγειν καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησιν εἶναι τὴν γραμματικὴν εἰ μὲν τὸ καθολι- κὸν λαμβάνοιεν τὸ ‘εἴ τινές εἰσι κατὰ τὴν κοινὴν συνή- θειαν λέξεις, ἐκείνων ἐστὶν εἴδησις ἡ γραμματικήʼ, ἁμαρ- τάνουσιν ἄπειροι γὰρ αἱ κατὰ τὴν κοινὴν συνήθειαν λέ- ξεις, καὶ τῶν ἀπείρων οὐκ ἔστιν εἴδησις.

εἰ δέ ἐπὶ τὸ ἐπὶ μέρους φέροιντο, ὅπερ ἴσον ἐστὶ τῷ ‘εἰσί τινες λέξεις κατὰ τὴν συνήθειαν τὴν κοινὴν ὧν εἴδησίς ἐστιν ἡ γραμμα- τικήʼ, οὐδʼ οὕτω ποιήσουσί τι τὴν γραμματικήν· καὶ γὰρ ὁ Ἀθηναῖος εἴδησιν ἔχει τῶν κατὰ τὴν Ἀτθίδα συνήθων λέξεων, καὶ ὁ Δωριεὺς τῶν κατὰ τὴν Δωρίδα, καὶ ὁ ῥήτωρ τῶν κατὰ τὴν ῥητορικήν, καὶ ὁ ἰατρὸς τῶν κατὰ τὴν ἰατρι- κήν.

εἰ δὲ λέγοιεν πασῶν τῶν κατὰ τὴν κοινὴν συνήθειαν αὐτὴν λέξεων εἴδησιν οὐχ ὡς τῶν καθʼ ἕκαστα καὶ ἐν μέ- ρει πασῶν (τοῦτο γὰρ ὄντως ἀδύνατον), ἀλλὰ τῶν καθόλου πασῶν καὶ ἀνωτάτω ἐν ταῖς διαλέκτοις, οἷον ὅτι ὠριέων μέν ἐστι τοιούτῳ τόνῳ χρῆσθοι, Ἰώνων δέ ἄλλῳ, τάχα μέν τι πιθανὸν ἐροῦσιν,

οὐ μὴν ἀληθές οὔτε γὰρ ἓν ἔθος ἐστὶ καθʼ ἑκάστην διάλεκτον (πολλαὶ γὰρ Δωρίδες καὶ Ἀτθίδες), οὔτε οἱ κανόνες οὓς δοκοῦσι παραδιδόναι πρὸς πᾶσαν ἀποτείνονται λέξιν, ἀλλʼ ἄχρι μέν ποσῶν καὶ ὁμο- τόνων, οἷον ὀξυτόνων ἢ βαρυτόνων, προκόπτουσιν, πά- σας δέ περιλαβεῖν ἀδυνατοῦσιν.

[*](1 λε〈γομένων〉 pro τε ci. Harder || 2 τούτοις Rubr. Gen. D: τούτους cett. || 11 τε vulgo; δὲ A || 16 ἐπὶ ante τὸ om. LVr 17 τὸ ϛ || 19 ποιήσουσι — 20 ἀθηναῖος om. LVr, in L al. man. in marg. addita || 21 Δώριον G: corr. Harder || 31 λέξει D )
24

Δείγματος μὲν οὖν χάριν ταῦτ’ εἰρήσθω εἰς τὸ ἀνυπό- στατον εἶναι τὴν γραμματικὴν ὅσον ἐπὶ τῇ παρὰ τοῖς γραμματικοῖς αὐτῆς ἐπινοίᾳ· μετελθόντες δέ ἀκολούθως καὶ τὰ κυριώτατα τῶν ἐν αὐτῇ θεωρημάτων, καὶ ἐξ ὧν μάλιστα λαμβάνει τὴν ὑπόστασιν βασανίζωμεν.

Τίνα μέρη γραμματικῆς

Πολλῆς οὔσης καὶ ἀνηνύτου παρὰ τοῖς γραμματικοῖς περὶ μερῶν γραμματικῆς διαστάσεως, ἵνα μήτε τὸ πάρ- εργον ἔργου χώραν ἐπέχειν ἡμῖν φαίνηται, μήτε εἰς ἀλ- λοτρίαν καὶ ὡς πρὸς τὸ παρὸν ἀνωφελῆ ἐμβαίνοντες ὕλην ἀπολειπώμεθα τῆς ἀναγκαιοτέρας ἀντιρρήσεως, ἀπαρ- κέσει λέγειν ἀσυκοφαντητότερον ὡς ἄρα τῆς γραμματικῆς τὸ μέν ἐστιν ἱστορικὸν τὸ δὲ τεχνικὸν τὸ δὲ ἰδιαίτερον, διʼ οὖ τὰ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς μεθοδεύεται.

ὧν τεχνικὸν μέν ἐστιν ἐν ᾧ περὶ τῶν στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ὀρθογραφίας τε καὶ ἑλληνισμοῦ καὶ τῶν ἀκολούθων διατάττονται, ἱστορικὸν δέ ὅπου περὶ προσ- ώπων οἱονεὶ θείων τε καὶ ἀνθρωπίνων καὶ ἡρωικῶν διδά- σκουσιν, ἢ περὶ τόπων διηγοῦνται καθάπερ ὀρῶν ἢ πο- ταμῶν, περὶ πλασμάτων καὶ μύθων παραδιδόασιν ἢ εἴ τι τῆς αὐτῆς ἰδέας ἐστίν.

ἰδιαίτερον δέ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι| καθʼ ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρί- νουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλʼ ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ τῆς γραμματικῆς μέρη·

νοητέον δὲ αὐτὰ οὐ κατ’ εἰλικρί- νειαν, οὐδʼ ὡς ἄν τις εἴποι· ‘μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμαʼ. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλω νοεῖται, τὸ δὲ | τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλο- [*](2 τοῖς om. A. in marg. add. || 4 καὶ vulgo; ἐς AB || 8 χά- ρειν D || 9 ἐκβαίνοντες mavult Harder || 20 τὸ G: ᾦ τὰ dub. Bekk.: ἐν ᾧ τὰ Bury || 21 del. Theiler || 22 ὑγιῆ — 23 τά τε om. D || 23.24 ὡ μὲν τόπω D || 26 ψυχὴν dub. Bekk. Bury: ψυχὴ G,deiendit Mette | 28 δέ om. AB)

25
κὴν καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά·

καὶ γὰρ ἡ τῶν ποιητῶν ἐπίσκεψις σὐ χωρίς τοῦ τεχνικοῦ καὶ ἱστορικοῦ γίνεται μέρους, καὶ ἑκάτερον τούτων οὐ δίχα τῆς τῶν ἄλλων πα- ραπλοκῆς συνέστηκεν. ὥσπερ οὖν οἱ λέγοντες τῆς ἰατρικῆς μέρη δίαιταν χειρουργίαν φαρμακείαν οὕτω λέγουσιν ὡς πολλῆς οὔσης ἐν τοῖς θεωρήμασιν ἀλληλουχίας (καὶ γὰρ ἡ δίαιτα οὐ χωρὶς φαρμακείας καὶ χειρουργίας πρό[σ ]εισι, καὶ ἡ φαρμακεία πάλιν περιείχετο καὶ τῇ τῶν ἄλλων δυ- νάμει), ὧδε καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀπότακτόν τί ἐστιν ἕκαστον μέρος, οὐδʼ εἰλικρινές ἀπὸ τῆς τῶν ἄλλων ἐπι- μιξίας.

τοῦτο δέ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλʼ ἵνα εἰδῶμεν ὡς ἄν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυ- νάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δέ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρου- σίας. τάξει δέ ἀρκτέον ἀπὸ τοῦ πρώτου.

Ὅτι ἀμέ θοδό ν ἐκ τι καὶ ἀσύ σ τατον τὸ τεχνικὸν τῆς γρα μματικῆς μέρος

Διὰ πολλὰ μὲν καὶ ἄλλα δίκαιόν ἐστι μετὰ σπουδῆς ἐξετάζειν τὴν γραμματικὴν τεχνολογίαν, μάλιστα δέ ἁπόντων διὰ τὸ ἐπʼ αὐτῇ κομᾶν καὶ μέγα φρονεῖν τοὺς γραμματικούς, ἀεὶ δὲ τῶν κατὰ τὰ λοιπὰ κοσμουμένων μαθήματα κατατρέχειν ὡς μηδέ τὴν κοινὴν τῶν Ἑλλήνων συνήθειαν ἐπισταμένων, καὶ ἔτι διὰ τό, εἴ ποτε θλίβοιντο ἐν ζητήσει, μὴ ἄλλην εὑρίσκειν πολλάκις ἀποφυγὴν εῖς τὸ περισπᾶν τοὺς συζητοῦντας αὐτοῖς ἢ τὸ ὅτι βάρβαρον ἢ σόλοικόν ἐστι τὸ ὑπʼ αὐτῶν λεχθέν.

οὐκ ὀλίγην δέ ἂν ἔχοι μοῖραν εἰς προτροπὴν καὶ ὅταν βλέπωμεν τοὺς μηδὲ δύο σχεδὸν ῥήματα δεξιῶς εἴρειν δυναμένους γραμματι- κοὺς θέλοντας ἕκαστον τῶν μέγα δυνηθέντων ἐν εὐφρα- [*](1 ἀνάκρασιν Bekk.: ἀνάκρισιν G || 7 χειρουργίας καὶ φαρμα- κείας LVr ED πρόεισι Bekk.: πρόσεισι G || 10 ἑκάστου C 12 ἄν τι ἕν τι C || 18 tit. τῆς om. B || 24 ἀποφυγεῖν LVr || 26 ὀλί- γων A || 27 ἔσχε ED: ἔχη cett.: corr. Bekk. )

26
δεία καὶ ἑλληνισμῷ παλαιῶν, καθάπερ Θουκυδίδην Πλά- τωνα Δημοσθένην, ὡς βάρβαρον ἐλέγχειν. μία γὰρ ἀντὶ πάντων ἄμυνα γενήσεται πρὸς αὐτούς, ἐὰν τὴν ψευδώνυ- μον αὐτῶν .

τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν. τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατʼ αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμά- τους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς.

Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γρα- φομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως· αὕτη γὰρ καὶ κυρίως στοιχεῖον παρʼ αὐτοῖς προσηγόρευται.

εἰκοσιτεσσάρων τοίνυν στοιχείων ὄντων τῆς ἐγγραμμάτου φωνῆς, τούτων διττὴν ὑποτίθεν- ται κατὰ τὸ ἀνωτάτω τὴν φύσιν. τὰ μὲν γὰρ αὐτῶν φω- νάεντα προσαγορεύουσι τὰ δὲ σύμφωνα, καὶ φωνάεντα μὲν ἑπτά, α ε η ι ο υ ω, σύμφωνα δὲ τὰ λοιπά. τῶν δέ φωναέντων τρεῖς λέγουσι διαφοράς· δύο μέν γὰρ αὐτῶν φύσει μακρὰ λέγουσι τυγχάνειν, τὸ η καὶ τὸ ω, ἰσάριθμα δέ βραχέα, τὸ ε καὶ τὸ ο, τρία δέ κοινὰ μήκους τε καὶ βραχύτητος, α ι υ, ἅπερ δίχρονα καὶ ὑγρὰ καὶ ἀμιφίβολα καὶ μεταβολικὰ καλοῦσιν