Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

(αὐτὴ μὲν γὰρ ἡ ἐμπειρία τριβή τίς ἐστι καὶ ἐργάτις ἄτεχνός τε καὶ ἄλογος, ἐν ψιλῇ παρατηρήσει καὶ συγγυμινασίᾳ κειμένη, ἡ δέ γραμματικὴ τέχνη καθ- έστηκεν), οὐ συνορῶν ὅτι τάττεται μὲν καὶ ἐπὶ τέχνης τοὔνομα, καθὼς ἐν τοῖς ἐμπειρικοῖς ὑπομνήμασιν (op. deperd.) ἐδιδάξαμεν, ἀδιαφόρως τοῦ βίου τοὺς αὐτοὺς ἐμπείρους τε καὶ τεχνίτας καλοῦντος, ἀφʼ ἧσπερ ἐννοίας καὶ ὁ Μητρόδωρος (fr. 61 Koerte) ἔφη μηδεμίαν ἄλλην πραγμάτων ἐμπειρίαν τὸ ἑαυτῆς τέλος συνορᾶν ἢ φιλοσο- φίαν,

τουτέστι μηδεμίαν τέχνην, τάττεται δέ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μέν ἰδόντας πολλὰ δέ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης (Phoen. 528)

  • ὧ τέκνον, οὐχ ἀπαντα τῷ γήρα κακά,
  • Ἐτεόκλεες, πρόσεστιν, ἀλλʼ ἡμπειρία
  • ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
  • ἐφʼ ὅπερ ἴσως ὁ Θρᾷξ φερόμενος σημαινόμενον, ἐπεὶ πο- λυειδήμονά τινα καὶ πολυμαθῆ βούλεται εἶναι τὸν γραμ ματικόν, ἔμη ἐμπειρίαν ὑπάρχειν τὴν γραμματικὴν τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων. ὥστε τοῦτο μὲν ὑπέλαφρον, ἐκεῖνο δὲ ἴσως τις πραγματικωτέρας ἐχό- μενον ζητήσεως ἐρεῖ πρὸς αὐτόν

    ἤτοι γὰρ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων μόνον ἐμπειρίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν, καὶ τῶν μήτε παρὰ ποιηταῖς μήτε παρὰ συγγραφεῦσι καθεστώτων. ἀλλὰ μό- νων μὲν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἂν εἴ- [*](§61 ἐμπ. ὑπομν. deperdita sec. Brochard p. 321. fr. 56 Deichgräber) [*](3 αὕτη N || 4 ἐργάτης N ED || 5 γυμινασία A || 9 καλοῦν- τας N || 15 καὶ om. D || 18 ἑτροκλέες N: ἐτέοκλες A | ἡ ἐμπει- ρία N: ἀλλʼ ἐμπειρία ED || 19 λέξαι LED ϛ: δεῖξαι N || 20 ση- μαῖνον L Vr || 23 ὥστε — 26 λεγομένων om. ED || 24 πραγματι- κωτέρας Heintz, Bury: γραμματικωτέρας G | ἐχόμενος ϛ || 26 τε om. N ϛ || 29 παρὰ τοῖς ποιηταῖς N ED AB)

    18
    ποι〈μ〉εν ἐμπειρίαν αὐτὴν ὑπάρχειν ἅτε ποτέ καὶ ταῖς ἀνὰ χεῖρα τῶν ἰδιωτῶν καὶ ἀνεπιστημόνων ὁμιλίαις ἐφιστῶσαν 〈θεωρεῖσθαι〉, καὶ τὸ βάρβαρον καὶ τὸ Ἑλληνικὸν τό τε σό- λοικον καὶ τὸ μὴ τοιοῦτον ἐξελέγχουσαν.

    εἰ δέ καὶ τῶν μὴ παρὰ ποιηταῖς μηδέ συγγραφεῦσι μόνον λεγομένων ἐμπει- ρία καθέστηκεν, οὐκ ἔδει αὐτὴν εἶναι λέγειν, ἀπὸ μέρους ἔχειν συμβεβηκός.

    Ἀλλὰ παρέντες τὸ περὶ τῶν τοιούτων λεπτολογεῖν σκο- πῶμεν, ὡς ὑπεσχόμεθα, εἰ δύναται τέλος, ὅσ`ον ἐπὶ τῇ τοιαύτῃ ἐννοία, ὑποστῆναι ἡ γραμματική.

    ὅταν οὖν λέ- γωσιν αὐτὴν ἐμπειρίαν κατὰ τὸ πλεῖστον τῶν παρὰ ποιη- ταῖς καὶ συγγραφεῦσι λεγομένων, φασὶ πάντων τινῶν. καὶ εἰ πάντων, [πρῶτον μὲν] οὐκέτι κατὰ τὸ πλεῖστον ἀλλὰ πάντων, καὶ εἰ πάντων, καὶ τῶν ἀπείρων· ἄπειρα γάρ ἐσπι ταῦτα. τῶν δὲ ἀπείρῶν οὐκ ἔστιν ἐμπειρία· διόπερ οὐδέ γραμματική τις γενήσεται. εἰ δὲ τινῶν, ἐπεὶ καὶ οἱ ἰδιῶταί τινα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων εἰδότες οὐκ ἔχουσι γραμματικὴν ἐμπειρίαν, οὐδὲ ταύ- τῃ εἶναι λεκτέον γραμματικήν.

    ἐκτὸς εἰ μή τι διὰ τοῦτο 〈τὸ〉 ‘κατὰ τὸ πλεῖστον ʼ εἰρῆσθαι φήσουσιν, ἵνα ἥ τε πρὸς τὴν πάντων ἐνιαχοῦ [ἀπορίαν] ἐμπειρία〈ν〉 ἥ τε πρὸς τὸν ἰδιωτισμὸν διαφορὰ ὑποβάλληται. τοῦ μὲν γὰρ ἰδιώτου διενήνοχεν ὁ γραμματικὸς παρόσον οὐκ ὀλίγων, ὡς ἐκεῖνος, ἀλλὰ πλείστων τῶν παρὰ ποιηταῖς τε καὶ συγ- γραφεῦσι λεγομένων ἔμπειρός ἔστι τῆς δέ τῶν πάντων γνώσεως ἀδυνάτου τάχα καθεστώσης κεχώρισται, ἐπεὶ οὐ [*](1 〈μ〉 Theiler | ἅτε Theiler: διὰ τὸ G |ποτὲ μὲν καὶ N, qui hic nos desinit. pergit lacuna intermissa M V II 41 | ταῖς.... 2 ὁμι- λίαις dub. Bekk. Bury : τὰς ... ὁμιλίας G || 5 μηδὲ Bekk.: μήτε G | 6 ἀπὸ—. 7 Bekk. dub. an 〈ὃ〉 ἀπὸ μέρους ἔχει συμβεβηκός; probat We.: dubito an legendum sit οὐκ ἔδει αὐτὴν 〈τούτων ἐμπειρίαν〉 εἷναι λέγειν. 〈τὸ γὰρ〉 ἀπὸ μέρους ἔχειν συμβεβηκός 〈ἐστιν〉|| 13 πρῶτον μἐν delevi || 14 καὶ εἰ G: εἶτα εἰ dab. Bekk., cuius vicc- supra πρῶτον μέν delevi || 18 ταύτην G: corr. Bury || 19.20 〈τὸ〉 dub. Bekk. Bury: δι [τοῦ] τὸ Herder || 21 ἀπορίαν ἐμπειρία ἤ τε LEDVr Gen: ἀπορίαν ἥτε ϛ; [ἀπορίαν] ἐμπειρία〈ν〉 Kayser: ἐνι- αχοῦ ἀπορίαν del. Harder: πάντων ἐμπειρίαν ἐνιαχοῦ ἀπορία dub. Bekk. Bury: οὐ pro πρὸς τὴν et [ἀπορ.] ἐμπειρία Theiler )

    19
    πάντα, τὰ δέ πλεῖστα ἐξ αὐτῶν ἐπαγγέλλεται γινώσκειν. ταῦτα δὲ οὐκ ἀπολογουμένου ἧν,

    ἀλλὰ κακοῖς ἐπιπλη- ροῦντος κακὰ καὶ μηκέτι μετρίως ἀλλʼ ἄρδην ἐπισπωμέ- νου τὰς ἀπορίας. πρῶτον μέν οὖν ὡς τὰ πολλὰ ἀόριστά ἐστι καὶ τὴν σωρικὴν γεννᾷ ἀπορίαν, οὕτω καὶ τὰ πλεῖστα. ὅθεν ἢ περιγριαψάτωσαν ἡμῖν αὐτά, δείξαντες ἄχρι πόσων γνώσεως τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ῥητέον ἢ εἴπερ ἐπὶ ἀορίστου μένουσιν ὑποσχέσεως, τὰ πλεῖστα γινώσκειν λέγοντες, παραδεχέσθωσαν τὴν παρὰ μικρὸν ἐρώτησιν.

    τοῦ γὰρ πλείστου ὁρισθέντος ἀριθμοῦ ὁ ἑνὶ ἐλάσσων πλεῖστος ἀκμήν ἐστιν, ἐπεὶ τελέως ἄτοπον μονάδος προσθέσει τὸν μὲν πλεῖστον λέγειν τὸν δὲ μη- δαμῶς. διόπερ ἀεὶ μονάδι μειονεκτούμενος ὁ κατ’ αὐτοὺς πλεῖστος ἀριθμὸς ἐλεύσεται πάντως εἰς τὸ μηκέτι ἀρι- θμὸς πλεῖστος ὑπάρχειν, καὶ διὰ τοῦτο μηδέ γραμματι- κήν ὅπερ ἦν τῆς σωρικῆς ἀπορίας συμπέρασμα.

    πῶς δʼ οὐκ ὄντως γραμματικῆς παχύτητος τὸ ἐν ἀπείρῳ πλήθει λέγειν πλεῖστα; ὡς γὰρ τὸ ὀλιγώτερον πρός τί ἐστι καὶ κατὰ τὴν ὡς πρὸς τὸ πλεῖστον σχέσιν νοεῖται, οὕτω καὶ τὸ πλεῖστον κατὰ τὴν ὡς πρὸς τὸ ὀλίγον σχέσιν θεωρή- σεται. εἰ οὖν τῶν πλείστων 〈τῶν〉 παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων | ἐμπειρίαν ἔχουσιν οἱ γραμματι- κοί,

    ὀλίγων τῶν λοιπῶν οὐκ ἔχουσιν εἰ δέ καὶ τὸ ληφθέν ἐστι πλεῖστον καὶ τὸ καταλειφθὲν ἔλασσον, οὐκέτι τὸ πᾶν γίνεται ἄπειρον. ὅμως δʼ οὖν, ἵνα μηδέν περὶ τούτων ἀκριβευώμεθα, ψεῦδός ἐστι τὸ τὰ πλεῖστα τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων γινώσκειν τὸν γραμματικόν ἐλάχιστα γὰρ ἦν, πολλαπλασιόνων ἀπολει- πομένων ὃ οὐκ οἶδε, κσθὼς προβαινούσης τῆς ζητήσεως παραστήσω. τὰ νῦν δὲ ἄλλην ἀπόδοσιν θεωρητέον.

    Ἀσκληπιάδης τοίνυν μέμφεται τὸν Θρᾷκα Διονύσιον [*](§ 72 λσκληπιάδης v. adn. ad Dionys. Thr. § 1 Chlig) [*](7 γνώσεως Heintz. Bury; γνώσεων G |ποιηταῖς τε καὶ Gen. Fabr. Bekk. || 8 μένου LVr || 13 πλεονεκτούμενος G: corr. Payser 15 γραμματική Gen. Fabr. Bury || 17 ὄντος L || 21 〈τῶν〉 add. Bekk. || 27 τε om. ED ϛ || 29 εἷθε EDLVr)

    20
    ἐμπειρίαν λέγοντα τὴν γραμματικήν, διʼ ἣν αἰτίαν καὶ ὁ Πτολεμαῖος ἔφη, ἐγκαλεῖ δὲ αὐτῷ καὶ τὸ κατὰ τὸ πλεῖ- στον ἐμπειρίαν αὐτὴν ἀποφαίνειν. τοῦτο μὲν γὰρ τῶν στοχαστικῶν καὶ ὑπὸ τὴν τύχην πιπτουσῶν ἐστὶ τεχνῶν, ὥσπερ κυβερνητικῆς καὶ ἰατρικῆς· γραμματικὴ δέ οὐκ ἔστι στοχαστικὴ ἀλλὰ μουσικῇ τε καὶ φιλοσοφίᾳ παραπλήσιος.

    ‘εἰ μή τι δέδοικεʼ φησί ‘τὴν ὀλιγότητα τοῦ βίου ὡς οὐκ οὖσαν ἱκανὴν πρὸς τὸ πάντα περιλαβεῖν, ὅπερ ἐστὶν ἄτοπον, γραμματικοῦ ἀλλ’ οὐ γραμματικῆς ποιήσεται τὸν ὅρον, ἐπεί- περ οὗτος μὲν τυχὸν ἴσως ἐπιστήμων ἐστὶ τῶν 〈πλείστων〉 παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ὀλιγόβιον καθεστὼς ζῶον, ἡ δέ γραμματικὴ πάντων εἴδησις.’

    ὅθεν τὸ μέν ἀλλάξας τοῦ ὅρου τούτου τὸ δʼ ἀνελών, οὕτως ἀποδίδωσι τῆς γραμματικῆς τὴν ἔννοιαν· ‘γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομέ- νων.ʼ οὐκ ἀνεῖλε δέ ὁ ἀνὴρ τὰς ἀπορίας ἀλλʼ ἐπέτεινεν καὶ ἐν οἷς θέλει τὴν γραμματικὴν αὔξειν, ἐν τούτοις αὐτὴν ἀνεῖλεν. ἔστω γὰρ πάντων εἴδησις τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. οὐκοῦν ἐπεὶ οὐδέν ἐστιν εἴδησις παρὰ τὸν εἰδότα, οὐδέ γραμματική 〈τι〉 παρὰ τὸν εἰδότα | γραμματικόν, ὡς οὐδὲ περιπάτησις παρὰ τὸν περιπα- τοῦντα καὶ στάσι, παρὰ τὸν ἑστῶτα καὶ κατάκλισις παρὰ τὸν κατακείμενον.

    ὡμιολόγηται δέ ὁ γραμματικὸς μὴ ἔχειν πάντων εἴδησιν· οὐκ ἄρα ἔτι ἔστιν εἴδησις πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, διὰ δὲ τοῦτο οὐδέ γραμματική. καὶ ἄλλως, εἴπερ τέχνη ἐστὶν ἡ γραμ- ματική, εἴδησις οὖσα πάντων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ἡ δὲ τέχνη σύστημα ἐκ καταλή- [*](§ 75 τέχνη cf. Stoic. fr. I 73 Arn.) [*](2 καὶ τὸ dub. Bekk. Bury: καὶ τῶ G || 4 τὴν om. LVr |τύχην LED: τέχνην ϛ |τῶν post ἐστι A || 9 〈ὡς〉 γραμματικοῦ dub. Bekk. Bury: γραμματικοῦ 〈γὰρ〉 Ηarder || 10 ἐπιστήμων G: οὐκ ἐπιστήμων Gen. Febr.: 〈όλίγων 〉 ἐπιστήμων dub. Bekk. Bury; 〈πλείστων〉 Harder || 16 ἀνεῖλε G: ἔλυσε dub. Bekk. 17 16 αὐτὴν ἀνεῖλεν G: αὐτῆς ἀφεῖλεν Bury 20 〈τι〉 add. Bekk. | εἰδότα del. Bekk. | παρὰ —21 γραμματικόν del. Harder || 27 τε om. A. 28 ἐκ καταλήψεων Bekk. Bury; ἐγκαταλήψεως LVr EDA: ἐκκα- ταλήψεως V CR Gen.: καταλήψεως B: ἐγκαταλήψεων Fabr. )

    21
    ψεων [τῶν περὶ τὸν γραμματικόν ], ἐξ ἀνάγκης μηδενὸς ἔχοντος πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγο- μένων κατάληψιν ἀνύπαρκτος γίνεται ἡ γραμματική.

    Χάρης δὲ ἐν τῷ πρώτῳ περὶ γραμματικῆς τὴν τελείαν φησὶ γραμματικὴν ἕξιν εἶναι ἀπὸ τέχνης διαγνωστικὴν τῶν παρʼ Ἕλλησι λεκτῶν καὶ νοητῶν ἐπὶ τὸ ἀκριβέστατον, πλὴν τῶν ὑπʼ ἄλλαις τέχναις· τὸ τελευταῖον προσθεὶς οὐ παρέργως·

    ἐπεὶ γὰρ τῶν παρʼ Ἕλλησι λεκτῶν καὶ νοητῶν τὰ μέν ἐστιν ὑπὸ τέχναις τὰ δʼ οὔ, τῶν μέν ὑπὸ τέχναις οὐκ οἴεται τέχνην εἶναι καὶ ἕξιν τὴν γραμματικήν, οἷον ἐν μὲν μουσικῇ τῆς διὰ τεσσάρων συμφωνίας καὶ τῆς μεταβολῆς τῶν συστημάτων, ἐν δὲ μαθηματικῇ ἐκλεί- ψεως τῆς τῶν κύκλων θέσεως· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἄλλων νοητέον τεχνῶν οὐδενὸς γὰρ τῶν ὑπʼ αὐταῖς εἴδη- σις ἡ γραμματική, ἀλλὰ μέθοδός τίς ἐστι τῶν παρὰ ταύ- τας ἑτέρων λεκτῶν τε καὶ νοητῶν,

    νοητῶν μὲν ὡς ὅτι πίσυρες τέσσαρες καὶ ‘βῆοσαιʼ καὶ ἄγκεαʼοἱ βάσιμοι τόποι, λεκτῶν δὲ τῶν περὶ τὰς διαλέκτους, οἷον ὅτι τοῦτο μέν εἴρηται Δωρικῶς τοῦτο δʼ Αἰολικῶς, καὶ οὐχ ᾖπερ οἱ στωι- κοὶ τὸ σημαινόμενον, ἀλλʼ ἀνάπαλιν τὸ σημαῖνον· τὸ γὰρ νοητὸν ἐπὶ τοῦ σημαινομένου [μόνου ] παρείληπται.

    ἔοικε δέ καὶ Κρατήτειόν (F 7 Mette) τινα κινεῖν λόγον. καὶ γὰρ ἐκεῖνος ἔλεγε διαφέρειν τὸν κριτικὸν τοῦ γραμματι- κοῦ, καὶ τὸν μὲν κριτικὸν πάσης, φησί, δεῖ λογικῆς ἐπι- στήμης ἔμπειρον εἶναι, | τὸν δέ γραμματικὸν ἁπλῶς γλωσ- σῶν ἐξηγητικὸν καὶ προσῳδίας ἀποδοτικὸν καὶ τῶν τού- τοις παραπλησίων εἰδ ήμονα· παρὸ καὶ ἐοικέναι ἐκεῖνον μὲν ἀρχιτέκτονι τὸν δὲ γραμματικὸν ὑπηρέτῃ.

    Ἀλλὰ τὰ μέν τῆς ἀποδόσεως τοιαῦτα, πῇ μὲν μετριώ- τερα τῶν Διονυσίου ἀτοπημάτων πῇ δέ χείρονα. ὅτι μὲν [*](§ 70 Χάρης corruptum pro Χαῖρις.cf. schol. in Dion. Thr. 663, 10 anecd. Gr. Bekker 118,10 Hilgard || 78 β. ἄγκ. Hom. X 190, cf. Et. D1. cf. M VIII 12 ═ fr. II 166 Arn. || 79 (v. 27.28) Aristot. metaphys. 981 a 13 sq. laudat Mette) [*](1 τῶν -γραμματικόν del.Heintz || 12 μαθητικῆ LVrD || 17 ἄγκαια L: ἄγκρα V: ἄκρα C: ἄντρα Herv. || 20 ἀλλʼ om. V || 21 del. Theiler 22 λόγου ED || 24 τὸ μὲν A || 25 γλωσσῶν om. A B, in marg. B )

    22
    γὰρ τῆς σωρικῆς ἀπορίας ἐξέλυσε τὴν γραμματικὴν καὶ τῶν ἀλλοτρίων κεχώρικε θεωρημάτων, μουσικῆς τε καὶ μαθηματικῆς, ὡς μὴ προσηκόντων, αὐτόθεν συμφανές· τοῦ δέ μὴ ἀνυπόστατον ὑπάρχειν οὐδαμῶς αὐτὴν ἐρρύ- σατο, ἀλλὰ καὶ εἰς τὸ εἶναι τοιαύτην μᾶλλον συνηγωνί- σατο.