Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οὐ γὰρ δυσχερές ποιητὰς μαχομένους καὶ εἰς ὅ τι ἄν θέλωσιν δόντας δεῖξαι, ὅτε καὶ οἱ προηγουμένως φιλοσοφοῦντες πολλὰ [*](4 προφήτης L πολλωπλασίοναC || 5διαστρόφωνC || 8 cf. p.68,12 9 καὶ οἱ κάκιστοι ῥαδίως ἐκτήσαντο A || 10 οὕτ ἐστὶ καὶ ὁ V (sic): οὔτ’ ἐστι καὶ οὐ C || 12 χρυσίον ED || 13 τοιάσδ’ ἔχει Nauck (TGE) || 14 φίλως A B || 15 καὶ οἱ 0 | δώμασι G || 21 χείρωνος L 22 ἐκλογεῖν B)

72
μαχομένως λέγουσιν. τῶν δέ γραμματικῆς κατηγόρων ὁ μὲν Πύρρων παρʼ ἕκαστα τὴν Ὁμηρικὴν διετύλισσε ποίη- σιν οὐ πάντως διὰ τὴν εἰρημιένην αἰτίαν, ἀλλὰ τάχα μέν ψυχαγωγίας χάριν καὶ ὡς εἰ κωμῳδῶν ἧκροᾶτο, τάχα δέ καὶ τοὺς ποιητικοὺς παρστηρῶν τρόπους καὶ χαρακτῆρας·

λέγεται γὰρ αὐιὸν καὶ ποίησιν εἰς τὸν Μακεδόνα Ἀλέ- ξανδρον γράψαντα μυρίοις χρυσοῖς τετιμῆσθαι. οὐκ ἀπ- έοικε δὲ καὶ ἄλλας αἰτίας ὑπάρχειν, περὶ ὧν ἐν τοῖς Πυρρωνείοις (in PΗ frustra quaeritur) διεξήλθομεν.

ὁ δὲ Ἐπίκουρος οὐκ ἐκ τῶν Ὁμηρικῶν εἴληφε τὸν ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν (rat. Sent. III)· μακρῷ γὰρ διαφέρει τὸ λέγειν ὅτι ἐπαύσαντό τινες πίνοντες καὶ ἐσθίοντες καὶ τὴν αὐτῶν ἐπιθυμίαν πληροῦντες (τοῦτο γάρ ἐστι τὸ

  • αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο)
  • τοῦ φάναι ὅρον εἶναι τῶν περὶ τὰς ἡδονὰς μεγεθῶν τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν· τοῦτο γὰρ οὐ πάντως κρέασι καὶ οἴνῳ ἀλλὰ καὶ τοῖς λιτοτάτοις πέφυκε γίνεσθαι.

    ἄλ- λως τε ὁ μέν ποιητὴς ἐπὶ προσφερομένων μόνων ἐποιή- σατο τὴν ἀπόφασιν, Ἡπίκουρος δὲ ἐπὶ πάντων τῶν ἀπο- λαυστῶν, ἐν οἷς ἐστι καὶ ἡ ἀφροδίσιος μῖξις, περὶ ἧς πάντες ἴσασιν οἴαν ἔσχε γνώμην Ὅμηρος. τό τε τὸν θά- νατον [μέν] μηδὲν εἶναι πρὸς ἡμᾶς εἴρηται μὲν ἴσως τῷ Σώφρονι (Epicharm. fr. 247 CGV Kaibel), ἀποδέδει- κται δὲ ἓπικούρῳ, καὶ ἔστιν οὐ τὸ εἰπεῖν ἀλλὰ τὸ ἀπο- δεῖξαι θαυμαστόν.

    εἶτα οὐδὲ κατὰ τοῦτο ἔφησεν ὁ ἓπί- κουρος τὸν θάνατον μηδὲν εἶναι πρὸς ἡμᾶς, καθὸ ἀδιά- φορόν ἐστιν ἢ ζῆν ἢ μή. πολλῷ γὰρ αἱρετώτερον τὸ ζῆν [*](§ 282 ποίησιν... γράψ. v. ΖelIer III 1, 499 adn. 1. cf. PIut. mor. 331 E || Πυρρωνείοις Haas (Progpr. Berlin 1874, 5) haec ad Pymrhonis vitam, quae a Sexto scripta postea interiit, pertinere putat.) [*](1 μαχομένων VC || 4 ὡς ἡ LVr || 6 λέγεται ὁ πύρρων ποίησιν εἰς τὸν μακεδόνα ἀλέξανδρον γράψαι schol. L || 13 αὐτῶν G 19 τε 0m. VC || 21 μίξις G || 23 μὲν del. Bekk. || 24 ab Epicharmo Herr. cf. p.69, 2 || 25 οὐ τῶ εἰπεῖν V )

    73
    διὰ τὸ αἰσθανομένων εἶναι τὸ ἀγαθόν ἀλλʼ ἐν ἀναισθη- σία οὐτε κακόν τι εἶναι οὔτε ἀγαθόν. τὸ μέν γὰρ ἀναι- σθητεῖν τὰ νεκρὰ τῶν σωμάτων οὐχ ὁ ποιητὴς μόνος οἶδεν ἀλλὰ καὶ ὁ σύμπας βίος. μήτηρ γοῦν πολλάκις υἱὸν θρηνοῦσα φησὶν ἀλλὰ σὺ μέν τούτων οὐκ ἐπαισθάνῃ, ἐγὼ δέ ταλαιπωρῶ’ καὶ ἐνατενίζουσα ἐπιφθέγγεται ‘τίς δέ ἐστιν ἔτι σοι τούτων ὄνησις;’

    οὐ μὴν ἀλλʼ ἐὸν ἐξ- ετάζῃ τις, τὴν ἐναντίαν ἔχοντα δόξαν εὑρήσει τὸν ποιη- τήν. αἱ μὲν γὰρ ψυχαὶ κοινῶς δεψῶσιν αἱματος (Hom.

  • ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δέ φάσγανον ὀξὺ
  • αἵματος, ὄφρα πίω καί τοι νημερτέα εἴπω),
  • ὁ δὲ Πιτυὸς ὑπὸ γυπῶν διὰ τὴν ἐπιθυμίαν ἡπατοφαγεῖ- ται, ὁ δὲ Τάνταλος ἕστηκεν ἐν λίμινῃ, (Hom. λ 583)
  • ἡ δὲ προσέκλυζε γενείῳ·
  • στεῦτο δέ δεψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι.
  • καὶ μὴν ὅσον ἐπὶ τῷ ὑπʼ Εὐριπίδου λεχθέντι περὶ θεῶν, τὴν αὐτὴν καὶ οἱ ἰδιῶται δόξαν ἔχουσιν. ἴσον γάρ ἐστι τῷ (Eurip. fr. 835 Nauck)

  • ὅστις δὲ θνητῶν οἴεται τοὐφήμερον
  • κακόν τι πράσσων τοὺς θεούς λεληθέναι,
  • δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
  • ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη
  • καὶ τὸ οὕτω παρὰ τοῖς πολλοῖς λεγομενον·
  • ἀψέ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δέ λεπτά
  • μόνῳ δέ διενήνοχε τῷ μέτρῳ.

    ἄν δέ καὶ ἐξετάσῃ τις, πολλῷ χείρονα τῆς τῶν ἰδιωτῶν ὑπολήψεως εὑρήσει τὰ τῶν ποιητῶν. καὶ ὁ μὲν σκηνικὸς ἀναγορευθεὶς φιλόσο- φος ἔτι μετριώτερος φαίνεται, λέγων μὴ εἰδέναι ᾧ προσ- εύχεται (Eurip. Troad. 884) [*](§ 287 ὀψέ —λεπτά cf. Phutarch. mor. 549 D) [*](7 ἔτι σοι om. ED 13 ὑπὸ γυπῶν om. ζ || 14 ἕσταλκεν D 17 ἐπὶ om. ED || 18 αὐτὴν om. C || 20 καθ’ ἡμέραν p. 69, 12 || 22 δοκεῖ τις ἀνὴρ καὶ G: corr. Bekk. cl. p. 69, 14 || 25 μῦλοι VΒ 26 ἐξετάσει LVr)

    74
  • ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
  • ὅστις ποτ’ εἴ οὑ, δυστόπαστος εἰσιδεῖν,
  • Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
  • προσευξάμην σέ.
  • Ὅμηρος δέ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενο- φάνη (B 12 Dieis)

  • ὡς πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
  • κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
  • Κρόνος μὲν γάρ, ἐφʼ οὖ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι, τὸν πατέρα ἦνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν, Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας (Ηom. Ξ 204)
  • γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης,
  • τῆλε μάλʼ ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.
  • τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται, (Ηom. Α 399)

  • ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
  • Ἥρη τ’ ἠδέ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη
  • ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνει- δίζει λέγων (Hom.G 18)
  • ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δέ ποδοῖιν
  • ἄκμονας ἧκα δύω, περὶ χερσὶ δέ δεσμὸν ἴηλα
  • χρύσεον ἄρρηκτον, σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
  • ἐκρέμω, ἠλάστεον δέ θεοὶ κατὰ μακρὸν λυμπον ;
  • τὸν δὲ Ἥφαισον ὀργισθεὶς ῥίπτει ἀπὸ τοῦ οὐρανοῦ, ὁ δὲ (Α 593)

  • κάππεσεν ἐν Λήμινῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν.
  • τὸν δὲ ἀδελφὸν ὑπερορᾷ (ι 531 et Y 65) [*](1 καὶ ἐπὶ G || 3 φύσεως G || 7 ὅς πλεῖστα ἐφθέγξατο G: corr. Fabr. || 8 ἀλλήλοις ζ || 14 τῆ μαλʼ VC || 18 ποσειδῶν G | ποσειδὼν καὶ μέν Gen. Sabr. || 32 ὅτʼ ἐκρέμω AB: ὅτε τε κρέμω Hom. edd. ποδοῖν ς || 23 ἴηνα B)
    75
  • οἰκί’ ἔχοντα
  • σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
  • πρόσεστι δὲ αὐτῷ πρὸς τῇ ἀποτομίᾳ καὶ ἀκρασία, ὅς θειυάμενος τὴν Ἥραν ἐπὶ τῆς Ἴδης κεκοσμημένην οὐ καρτερεῖ μέχρις τῶν ἀποδεδειγμένων αὐτοῖς θαλάμων ἐλθεῖν, ἀλλʼ ἐπὶ τοῦ ὄρους χαμαὶ ῥέψας ἑαυτὸν συγκυ- λίνδεται τῇ γυνμικί, (Ξ 347)
  • τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
  • λωτόν θʼ ἑρσήεντα ἰδέ κρόκον ἡδʼ ὑάκινθον.
  • ποικίλης οὖν πεψωραμένης τῆς ποιήσεως ἀνωφελὴς ἡ γραμματικὴ μὴ δυναμένη ἀποδεῖξαι τίσι πιστευτέον ἐστὶν ὡς ἀλθέσι καὶ τίσιν ἀπιστητέον ὡς μυθικοῖς ψεύσ- μασιν.

    Ἀλλὰ πόλει φασὶ χρησίμην εἶναι τὴν γραμματικήν, ἐπεὶ καὶ Αεβεδίοις νίκης αἴτιον ἐγένετο ἐκ ποιητικῆς μαρ- τύριον. ἕνεκα δὲ τούτου καὶ τὴν ὀρχηστικὴν ἀναγκαίαν λέγομεν εἶναι, ἐπεὶ Σώστρατος ὁ ντιόχου ὀρχηστής, λα- βόντος ὑποχείριον τὴν Πριήνην τοῦ βασιλέως πατρίδα οὖσαν αὐτοῦ, καὶ παρὰ τὸ συμπόσιον τὴν ἐλευθερίαν ἀναγκαζόμενος ὀρχεῖσθαι, οὐ καλὸν ἔφη τῆς πατρίδος αὐ- τοῦ δουλευούσης αὐτὸν ἐλευθερίαν ὀρχεῖσθαι καὶ διὰ τοῦτο ἐλευθερωθῆναι τὴν πόλιν.

    εἶτα ἄλλο μέν ἐστι τό πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρη- σίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μέν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι πέφυκεν,

    ἀλλʼ ἀπὸ κοινῆς τινος ἐντρεχείας, εἰ μή τι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθη- [*](§293 Σώστρατος cf. Libanii orat. pro saltatorib.in fine || 295Δη- μάδης, eadem de Xenocrate narrat Diog. Laert. IV 9, similia de Demade Diodorus XVI 87, 2) [*](2 σμερδαλέα G || 6 μέχρι ζ || 12 λέγουσιν pro τίσιν, in marg. τοῖσιν L || 14 πόλεὶ V | χρησαίμην L || 17 λέγωμεν B || 25 οὐκ om. C || 27 [ ] Bekk. ||29 μήτε καὶAB || 30 ἤν dub. Bekk. Bury : ὧν G )

    76
    ναίων μετὰ τὴν ἐν Μαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὧν πρὸς τὸν φἰλιππον ἀναγκάζοντα εὐωχεῖσθαι (Hom. κ 383)
  • τίς γάρ κεν ἀνήρ, ὅς ἐναίσιμος εἴη,
  • πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
  • πρὶν λῦσαί θʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
  • Παῦτα μέν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρή- σεις λεγέσθω· προηγουμένως δέ ῥητέον ὡς εἰ μὲν μόνοι ἧκαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἄν ἡ γραμματικὴ βιω- φελὴς ἐγίνετο περὶ τούτους πονουμένη, ωῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὧφέλιμα τῶν πραγ- μάτων, οὐ δεόμεθα γραμματικῆς.

    καὶ ὅτι οἱ συγγραφεῖς μᾶλλον ἢ οἱ ποιηταὶ τὰ χρήσιμα τῷ βίῳ δηλοῦσιν, εὐεπι- λόγιστον. οἱ μέν γὰρ τοῦ ἀληθοῦς στοχάζονται, οἱ δέ ἐκ παντὸς ψυχαγωγεῖν ἐθέλουσιν, ψυχαγωγεῖ δὲ μᾶλλον τὸ ψεῦδος ἢ τἀληθές. τοίνυν ἐκείνοις 〈μᾶλλον〉 ἢ τούτοις προσεκτέον τοῖς ἐπίτηδες τὸ ψεῦδος μεταδιώκουσιν.

    καθ- όλου τε, ὅσον ἐπὶ τοῖς ποιηταῖς, οὐχ οἷον ἀνωφελὴς τῷ βίῳ ἀλλὰ καὶ βλαβερωτάτη. ἐπιτείχισμα γὰρ ἀνθρωπί- νων παθῶν ἡ ποιητικὴ καθέστηκεν· καὶ ὡς ( TGV fr. adesp. 364 Nauck)

  • γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,
  • οὕτως οἱ μέν ἐρωτομανεῖς καὶ μέθυσοι τὰς λκαίου καὶ νακρέοντος ποιήσεις ἀναγνόντες προσεκκαίονται, οἱ δὲ ὀργίλοι Ἡππώνακτα καὶ λρχίλοχον ἀλείπτας ἔχουσι τῆς περὶ αὐτοὺς κακίας.

    ὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων λεγόμενα κατὰ τὸν τόπον, καὶ μάλιστα τῶν πικουρείων, ἐστὶ τοιαῦτα· ἡμεῖς δέ [*](§ 299 Ἐπικουρείων cf. e. g. Philodemi de mus. IV col. 28 p.97 K.) [*](4 ὅς delin.in L: om. Vr | αἱνέσιμος G || 5 πρὶο sic L: ὅς Vr ἐδητῦος VB: ἐδυτῆος A || 14 ἢ om. C || 17 〈μᾶλλον〉 ἢ scripsi: ἥ ED: ἢ ὅτι LVr Ϛ: 〈μᾶλλον〉 ἢ ὅτι dub. Bekk. || 19 20 τῷ βίῳ 〈ή γραμματικὴ〉 dub. Bekk. Bury || 23 γέροντι om. B || 25 προσεκ- καίοντο VC || 26 ἱππόνακτα ED || 27 αὐτοὺς Mette )

    77
    μηδέν κατειπόντες τῆς ποιητικῆς ἄλλως ποιώμεθα τὰς ἀντιρρήσεις πρὸς τοὺς ἀξιοῦντας γραμματικὴν ἔχειν τέ- χνην τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων δια- γωπυστικήν.

    ἐπεὶ τοίνυν πᾶν σύγγραμμα καὶ πᾶσα ποίησις ἐκ λέξεων τῶν δηλουσῶν καὶ πραγμάτων τῶν δηλουμέ- νων συνέστηκε, δεήσει τὸν γραμματικόν, εἴπερ ἔχει τέ- χνην | διαρθρωτικὴν τῶν παρὰ συγγραφεῦσι καὶ ποιηταῖς λεγομένων, ἤτοι τὰς λέξεις μόνον ἢ τὰ ὑποκείμενα πράγ- ματα γινώσκειν ἢ τὸ συναμφότερον. ἀλλὰ τὰ μέν πράγ- ματα, κἂν ἡμεῖς μὴ λέγωμεν, φαίνεταμι μὴ γινώσκειν. τούτων γὰρ τὰ μέν ἐστι φυσικὰ τὰ δέ μαθηματικὰ τὰ δὲ ἰατρικὰ τὰ δέ μουσικά, καὶ δεῖ τὸν μέν φυσικοῖς ἐπιβάλ- λοντα πράγμασιν εὐθὺς φυσικὸν εἶναι καὶ τὸν μουσικοῖς μουσικὸν εἶναι καὶ τὸν μαθηματικοῖς εὐθύς εἶναι μαθη- ματικόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ μέντοι γραμμά- τικὸς 〈ὅτι〉 οὐκ ἐστιν ἐν τῷ αὐτῷ πάνσοφος καὶ πάσης ἐπιστήμης δαήμων, σὺν τῷ καὶ αὐτόθεν προσπίπτειν, ἔτι κἀκ τῶν ἀποτελεσμάτων ἐλέγχεται.