Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Στησίχορος (fr. 16 Bgk.4 ) μὲν ἐν Ἐριφύλῃ εἰπὼν ὅτι τινὰς τῶν ἐπὶ Θήβαις πεσόντων ἀνιστᾷ, Πολύανθος δὲ ὁ Κυρηναῖος (37 F 1 FGrHist) ἐν τῷ περὶ τῆς Ἀβσκληπιαδῶν γενέ- σεως ὅτι τὰς Προίτου θυγατέρας κατὰ χόλον Ἥρας ἐμμανεῖς γενομένας ἰάσατο, Πανύασις (fr. 19 EGF Kinkel) δὲ διὰ τὸ νεκρὸν Τυνδάρεω ἀναστῆσαι, Στάφυ- λος (269 F 3 FGrHist) δέ ἐν τῷ περὶ ρκάδων ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τ ροιζῆνος κατὰ τὰς παραδεδομένας κατ’ αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φή- μας,

Eῖῖύλαρχος (81 F 18 EGrHist) δὲ ἐν τῇ ἐνάτῃ διὰ τὸ τοὺς ὖινέως υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χα- ριζόμενον αὐτῶν τῇ μητρὶ Κλεοπάτρα τῇ Ἐρεχθέως, Τελέσαρχος (309 Fr. 2 FGrHist) δὲ ἐν τῷ Ἀργολικῷ ὅτι τὸν Ὠρίωνα ἐπεβάλετο ἀναστῆσαι. οὐ τοίνυν τῆς οὕτως ἀπὸ ψευδοῦς ὑποθέσεως ἀρχομένης καὶ ἀδιεξιτή- του κατὰ πλῆθος καὶ πρὸς τὴν ἑκάστου προαίρεσιν μεταπλαττομένης γένοιτʼ ἄν τις τεχνικὴ θεωρία.

[*](§ 260 κεκεραυνῶσθαι cf. Verg. Aen. VII 770 sqq.)[*](3 τε LVr ς; πως ED || 4 τὰ ὄντα ED 6 uta mour Herr.: χρή- σωνται G || 7 γὰρ om. Herv. || 10 ἐν ᾦ dub., an transp. post v. 8 οἱ ἵστορ. Bekk.: εἰκῆ pro ἐν ᾧ dub. Harder || 11 εἰριφύλη A: τρι- φύλη D || 12 Polyanthea Herv: πολύαρχος ci. Fabr. cl. schol. in Euripid. Alc. p. 21 7, 4 Schwartz || 14 πρόστου LVr || 15 πανυάσιος E DVr Gen.: πανυάσις D: παρνάσιος ζ; Parrhasius Herv.: corr. Babr. || 16 διὰ om. AB | τὸν A || 21 χαριζόμενος ζ || 21 καὶ ὅτι ς ἐπεβάλλετο EDLVr: ἀπεβάλετο C ἐπεβάλετο certt. Bekk. | οὐ om. Herv. interpunctione interroga tiva usus )
66

Πρὸς τούτοις ἐπεὶ τῶν ἱστορουμένων τὸ μέν ἐστιν ἱστορία τὸ δὲ μῦθος τὸ δὲ πλάσμα, ὡν ἡ μὲν ἱστορίαι ἀληθῶν τινῶν ἐστι καὶ γεγονότων ἔκθεσις, ὡς ὅτι Ἀλέ- ξανδρος ἐν Βοβυλῶνι διʼ ἐπιβούλων φαρμακευθεὶς ἐτε- λεύτα, πλάσμα δέ πραγμάτων μὴ γενομένων μέν ὁμοίως δὲ τοῖς γενομένοις λεγομένων, ὡς αἱ κωμικαὶ ὑποθέσεις καὶ οἱ μῖμοι,

μῦθος δέ πραγμάτων ἀγενήτων καὶ ψευ- δῶν ἔκθεσις, ὡς ὅτι τὸ μὲν τῶν φαλαγγίων καὶ ὄφεων γένος Τιτήνων ἐνέπουσιν ἀφʼ αἱματος ἐζωγονῆσθαι, τὸν δέ Πήγασον λαιμοτομηθείσης τῆς Γοργόνος ἀπὸ τῆς κεφαλῆς ἐκθορεῖν, καὶ οἱ μὲν Διομήδους ἑταῖροι εἰς θαλασσίους μετέβαλον ὄρνις, ὁ δὲ Ὁδυσσεὺς εἰς ἵππον,

ἡ δὲ Eκάβη εἰς κύνα, τοιαύτης δέ οὐσης 〈τῆς〉 τῶν ἱστοριῶν διαφορᾶς, ἐπεὶ οὐκ ἔστι τέχνη τις περὶ τὰ ψευδῆ καὶ ἀνύπαρκτα, ψευδῆ δέ ἐστι καὶ ἀνύπαρκτα τὰ περὶ τοὺς μύθους καὶ τὰ πλάσματα, περὶ ἅ μάλιστα τοῦ ἱστορικοῦ μέρους ἠ γραμματικὴ καταγίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸ ἱστορικὸν μέρος 〈τῆς〉 γραμματικῆς.

ὅθεν καταγελᾶν ἄξιον τῶν λεγόντων ὅτι εἰ καὶ ἡ ὕλη τῆς ἱστορίας ἐστὶν ἀμέθοδος, ἡ μέντοι κρίσις ταύτης γενήσεται τεχνική, διʼ ἧς γιγνώσκομεν τί τε ψευδῶς ἱστόρηται καὶ τί ἀληθῶς.

πρῶτον μὲν γὰρ οὐ παραδεδώ- κασιν ἡμῖν οἱ γραμματικοὶ τῆς ἀληθοῦς ἱστορίας κριτή- ριον, ἵνα καὶ ἐξετάζωμεν πότε ἀληθής ἐστιν αὕτη καὶ πότε ψευδής. εἶτα καὶ μηδεμιᾶς οὕσης ἀληθοῦς ἱστορίας παρὰ τοῖς γραμματικοῖς οὐδέ τὸ τοῦ ἀληθοῦς κριτήριον ὑποστατόν ἐστιν, ἐπεὶ πῶς οὐκ ἔργον, τινὸς μὲν λέγοντος ὅτι Ὁδυσσεύς ὑπὸ Γηλεγόνου παιδὸς κατὰ ἄγνοιαν ἀν- [*](§ 263-287 Cratetis Pergam. (Mallotae) Fr. 18 (Mette, Sphai- ropoiia, München 1936) || 284 Τιτήνων cf. Nicandri Theriaca v. 10 ὄρνις cf. Athenaeus ΙX 373d) [*](1 ἐπὶ L || 4 ἐπιβουλῶν Gen.: ἐπιβουλιῶν Fabr.: ex insidiis Herv. || 9 ἐζωγονεῖσθαι ED: ἐξωγονῆσθαι LVrB || 11 ἐκπεσεῖν VCR: ἐκθορσεῖν AB || 12 μετέβαλλον C | ὄρνεις ED || 13 εἰ pro ἡ L 〈τῆς〉 Mette 18 〈τῆς〉 Bekk. || 19 λεγόντων expunxit, πραγ- μάτων suppl. A | ὕλη ς; ὅλῃ LVrED || 21 γινώὁσκ. ζ || 27 περίερ- γον Κayser)

67
ῄρηται, τινὸς δὲ ὅτι λάρου κέντρον θαλασσίας τρυγόνος ἀφέντος αὐτοῦ τῇ κεφαλῇ διεφώνησεν, ἄλλου δὲ ὅτι εἰς ἵππον μετέβαλε τὴν μορφήν, θέλειν ἐν οὕτως ἀπερ- ρωγόσι πράγμασιν εὑρεῖν τἀληθές; πρότερον γὰρ δεῖ ὑποστῆναι ἐν τοῖς διαφωνοῦσι τὸν ἀληθεύοντα, καὶ τότε ζητεῖν τί ἐστιν·

πάντων δὲ ἀπίθανα καὶ ψευδῆ λεγόντων οὐδὲ τεχνικῷ τινὶ κριτηρίῳ δίδοται πάροδος.

Καὶ μὴν οὐδὲ διʼ ὧν ἄν ἱστορία καλῶς γραφείη δι- δάσκουσιν οἷ γραμματικοί, ἵνα κατʼ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ τοιαῦτα θεωρήματα λέγωμεν τεχνικόν τι μέρος ὑπάρχειν παρʼ αὐτοῖς τὸ ἱστορικόν τοῦτο γὰρ ῥητορικῶν ἐστι |τὸ ἔργον.

ὤστʼ ἐπεὶ καὶ αὐτοὶ ἐξομολογοῦνται ἀμέ- θοδόν τι εἶναι παράπηγμα τὴν ἱστορίαν καὶ ἡμεῖς ἐπ- ελογισάμεθα, καὶ ἄλλως οὐδὲν τεχνικὸν θεώρημα πρὸς τὴν γνῶσιν αὐτῆς ἢ σύστασιν παραδεδώκασι, ῥητέον καὶ κατὰ τὸ ἱστορικὸν μέρος ἀσύστατον εἶναι τὴν γραμμμα- τικήν.

Ὅτι τὸ περὶ τοὺς ποιητὰς καὶ συγγρα φοεῖς μέρος τ ἧς γραμματικῆς ἀσύ στατ όν ἐκ τιν

Ἤδη μὲν δυνάμει καὶ τὸ περὶ ποιητὰς καὶ συγγρα- φεῖς μέρος τῆς γραμματικῆς ἡμῖν ἀνῄρηται, δείξασι τὸ ἀδύνατον τοῦ κατὰ τὰς τεχνολογίας καὶ τοῦ ἱστορικοῦ· χωρὸς γὰρ τούτων οὐκ ἀπευθύνεταί τις ποιήσεως ἐξ- ήγησις. ὅμως δʼ οὖν καὶ τὰ ἐν τούτῳ τῷ μέρει πειρα- σόμεθα κοινότερον δυνάμενα λέγεσθαι σκοπεῖν, καὶ μά- λιστα ὅτι οὕτως ἐπιτεθαρρήκασιν αὐτῷ οἱ γραμματικοὶ ὡς καὶ τὸ βιωφελὲς τῆς γραμματικῆς καὶ πρὸς εὐδαιμο- νίαν ἀναγκαῖον ἐξ αὐτοῦ τολμᾶν πιστοῦσθαι. φασὶ γοῦν ὡς ἡ ποιητικὴ πολλὰς δίδωσιν ἀφορμὰς πρὸς σοφίαν καὶ εὐδαίμονα βίον, ἄνευ δὲ τοῦ ἀπὸ γραμματικῆς φωτὸς οὐχ οἷόν τε τὰ παρὰ τοῖς ποιηταῖς διορᾶν ὁποῖά ποτέ [*](2 διεφόνησεν Gen.: eum occiderit Herv.; del. Kayscr; ‘διεφ. i. q. ἀπέθανενʼ Bekk. in indice | ἄλλοι G (ex ἄλλου corr. A) 3 ἀπερρωγόσι in E mutilatum: ἀπερρώσι D || 12 ὥστε εἰ G: corr. Usener kl. Schr. 1346 || 13 πράγμα ci. Harder: trad. def. Theiler | 20 τὸν κατὰ AB | τὸ ἱστορικὸν G: corr. Bury )

68
ἐστιν· χρειώδης ἄρα ἡ γραμματική.

τὸ δʼ ὅτι συχνὰς δίδωσιν ἧ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἧἧθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶ- σθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινε- τικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὧσπερεὶ σφρα- γίζεσθαι τὸ ὑπʼ αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπʼ ἀρετὴν παρακαλῶν φησὶν (Euripid. fr. 734 Nauck2) ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται ὁ δέ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ (Eur. fr. 20 Nauck)

  • μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
  • δν χὡ κάκιστος ῥαδίως ἐκτήσατο·
  • ὁ δέ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν (fr. 892 Nauck )
  • τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον,
  • Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου,
  • θ δὴ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν;
  • καὶ τὸ μέν τοὺς ἄλλους φιλοσόφους τοῦτο ποιεῖν οὐ παρά- δοξον, αὐτοὺς δέ εὑρήσομεν τοὺς τῆς γραμματικῆς κατ - ηγόρους, Πύρρωνά τε καὶ Κπίκουρον, ἐξομολογουμένους τὸ ἀναγκαῖον αὐτῆς ὧν ὁ μιὲν Πύρρων ἱστορεῖται τὴν Ὁμηρικὴν διὰ παντὸς ποίησιν ἀναγινώσκων, μὴ ἄν ποτε τοῦτο ποιήσας εἴπερ μὴ ἐγίνωσκεν αὐτὴν χρησίμην καὶ διὰ τοῦτο τὴν γραμματικὴν ἀναγκαίαν,

    ὁ δὲ Ἐπίκουρος (rat sent. III) φωρᾶται τὰ κράτιστα τῶν δογμάτων παρὰ ποιητῶν ἀνηρπακώς· τόν τε γὰρ ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν, ὅτι ἡ παντός ἐστι τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ἐξ ἑνὸς στίχου δέδεικται λαβών 〈τοῦ〉 (Α 469) [*](§ 273 θάνατον . . . οὐδὲν. . . πρ. ἡμᾶς cf. Diog. Laert. X 124, Lucr. III 830sqq. etc. νεκρὰ ἀναισθητεῖν ibid.) [*](2 δηλοῦσιν moavult Harder || 4 τοῖς om. A || 7 αὐτὸν L || 10 φυ- λάργυρος VC: φιλάργυρος ABR || 13 καὶ δ G κάκιστον B || 16 ἐπεὶ τί δεῖ Nauck | δέοι ς δυψῖν LD || 17 πόματος ζ || 18 ἄπερ Nauck πέφυκεν G | ὑμᾶς Κ || 24 ποιῆσαι ED || 28 ὑπεξαίρησις ED || 29 〈τοῦ〉 dub. Bekk.)

    69
    αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο· τὸν δὲ θάνατον, ὅτι οὐδέν ἐστι πρὸς ἡμᾶς, Ἐπίχαρμος αὐτῷ προμεμήνυκεν, εἰπὼν (fr. 247 CGF Kaibel. B 11 Diets Vors.)
  • ἀπσθανεῖν ἢ τεθνάναι οὐ μοι διαφέρει.
  • ὡσαύτως δέ καὶ τὰ νεκρὰ τῶν σωμάτων ἀναισθητεῖν παρʼ Ὁμήρου κέκλοφε, γράφοντος (Ω 54)
  • κωυφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
  • καὶ μὴν οὐ ταῦτα μόνον τοῖς ποιηταῖς δεξιῶς εἰρῆσθαι φαίνεται ἀλλὰ καὶ τὰ περὶ θεῶν, οἷόν ἐστι καὶ τὸ παρὰ τῷ Κὑριπίδῃ λεχθὲν ἐν Φρρίξῳ (fr. 235 2auck)

  • ὅστις δὲ θνητῶν οἴεται καθʼ ἡμέραν
  • κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
  • δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
  • ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη.
  • ἀλλʼ εἴπερ ταῦτα καὶ τὰ τούτοις ἐοικόα χρειώδη ἐστί, λαμβάνεται δʼ οὐ χωρίς γραμματικῆς, ἔσται καὶ ἡ γραμ- ματικὴ τῶν βιωφελῶν.

    ἔχοι δʼ ἄν τινα, φασίν, ἐξαμιρέτως καὶ ταῖς τῶν μανθανόντων αὐτὴν πατρίσιν ἀναγκαῖα. Δε- βεδίων γοῦν διαφερομένων πρὸς τοὺς ἀστυγείτονας περὶ Καμανδωδοῦ ὁ [γραμματικὸς] τὸ ἰππωνἀκτειον παραθέ- μενος ἐνίκα (fr. 74 DielR)

  • μηδέ μοι μῦ
  • λαλεῖν Δεβεδίην ἰσχάδʼ ἐκ Καμανδωδοῦ.
  • ὁμιλητικούς τε παρεχομένη τοὺς προσέχοντας αὐτῇ εὐθύς καὶ ταύτῃ [καὶ] τοῖς πέλας κατὰ πολλὰς περιστάσεις ὀνη- σιφόρος γίνεται.

    πάρεστι δέ τὸ λεγόμενον σκοπεῖν ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. Σώστρατος γάρ, ὡς φασιν, [*](1 ἐδυτῆος A: ἐδητύος B || 2 τόν τε Bekk. |pro Eppicharmo in- fra p. 72,24 Sophro || προσμεμυνεκεν G || 8 γἀρ om. ς || 10 παρʼ εὐριπίδη ED || 12 τοὐφήμερον infra p. 73, 20 et Nauck || 18 ἀναγ- καῖον G: corr, Fabr. || 21 ante ὁ grammmatici nome excidisse susp. Harder: [ ] Theiler | ὶππονάκτιον AB V ὶππωνάκτιον CR | 23 μηδέ τ’ ωὶν μοι Fabr. || 21 λαλεῖ ζ; μοιμμύλλειν Diebul ἰσχάδα G κμμανδωλοῦ ς || 26 [] Bekk.)

    70
    ἀποσταλεὶς ὑπὸ Πτολεμαίου πρὸς τὸν ντίγονον βασιλι- κῆς τινὸς ἕνεκα χρείας, κἀκείνου εἰκαιότερον ἀποκρινομέ- νου, ἐπέτυχεν εἰπὼν (Hom 201)
  • οὕτω δὴ κέλεαι, γιμιήοχε κυανοχαῖτα;
  • τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;
  • ἢ τι μεταστρέψεις ; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
  • ταῦτα γὰρ ἀκούσας λντίγονος μετεβάλλετο.

    Πολλῶν δὴ τοιούτων λεγομένων εἰς τὸ χρησμώτατον εἶναι τὸ τῆς γραμματικῆς μέρος τὸ περὶ ποιητὰς καὶ συγ- γραφεῖς καταγιγνόμενον, δείγματος χάριν τοῖς ἐκκειμένοις ἀρκεσθέντες λέγωμεν πρὸς ἕκαστον αὐτῶν. τὸ τοίνυν βιω- φελῆ εἶναι τὴν ποιητικὴν γνωμολογίαν καὶ φιλοσοφίας ἀρχήν, ταύτης δὲ ἀποδοτικὴν ὑπάρχειν τὴν γραμματικήν, ὄντως γραμματικόν ἐστιν.

    πρῶτον μέν γάρ, ἵνα συνδρά- μωμεν αὐτοῖς μηδέν ποιητικῆς κατειπόντες, ἀλλʼ οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μέν βιωφελῆ καὶ ἀναγ- καῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ | παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖ- ται γραμματικῆς, 〈ὁπόσα δέ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς〉 καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κεί- μενα αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ’ ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐ- τῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαμιό- τητι συμπεριφέρεσθαι.

    εἶτα φψάῖσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο (Eurip. fr. 200 Nauck),

  • σοφὸν γὰρ ἕν βούλευμα τὰς πολλὰς χέρας
  • νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν
  • φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἤ μὴ [εἰρῆσθαι], ἀλλʼ ἀποδείξεων δεῖται. αἱ δέ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν [*](2 ἀποκρινουμένου LVrD || 7 μετεβάλὲτο R: μεταβάλλετο C: μετεβάλετο Bekk. || 11 λέγομεν BD βιωφελεῖ L: βιωφελῆ certt. 13 καταλειπόντες A || 15.16 ἐκεῖνο γε dub. Bekk. || 19 〈ὁπόοα — 20 γραμματικῆς 〉 add. Kayser: 〈ὁπόσα δὲ δεῖται γραμματικῆς〉 Bury: 〈ὑπόσαα δέ〉 Shorey || 22 συνεισέρχεται Gen. | αὐτῶν del. Theiler || 24 φάῖσιν Vr || 27 δέ G || 29 [ ] Bekk. )
    71
    ἀλλὰ φιλοσοφίας· τοίνυν καὶ ταύτῃ περισσὴν καὶ μα- ταίαν συμβέβηκεν εἰναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προqῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολ- λαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρʼ αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν (Eurip. fr. 20 Nauck)
  • μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
  • ὅν χώ κάκιστος ῥαδίως ἐκτήσατο,
  • οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος (id. fr, 324 Nauck)·
  • ὧ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς,
  • ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
  • οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
  • οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.
  • καὶ πάλιν
  • εὖ πρᾶσσε τὰ φίλων δʼ οὐδὲν ἤν τις δυστυχῇ.
  • καὶ (adesp. fr. 464 Xauck)
  • κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.|
  • ἀναποδείκτως μέν οὖν λεγομένων τῶν οὕτως ἐναντίων ἐπιρρεπέστερον ἔχουσιν ἄνθρωποι πρὸς τὴν τοῦ χείρονος ἐκλογήν, καὶ διὰ τοῦτο βλαπτικὴ ἀναφαίνεται ἡ ποιητική· διακρινομένων δὲ αὐτῶν, καὶ τῶν μὲν ἀθετουμένων τῶν δὲ προκρινομένων, χρειώδης γίνεται οὐχ ἡ γραμματικὴ ἀλλʼ ἡ διακρίνειν δυναμένη φιλοσοφίο. ποιητικοῖς τε μαρ– τυρίοις χρῶνται οὐχ οἱ γνησίως φιλοσοφοῦντες (τούτων γὰρ ὁ λόγος αὐτάρκης ἐστὶ πρὸς πειθώ) ἀλλʼ οἱ τὸν πο- λὺν καὶ ἀγοραῖον φενακίζοντες ὄχλον·