Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ταῦτα μὲν οὖν καθολικώτερον πρὸς τὰ μέρη τοῦ λό- γου ῥητέον· ἐμβάντες δὲ εἰς τὰς κατὰ μέρος παρʼ αὐτοῖς περὶ τούτων τεχνολογίας πολὺν λῆρον εὑρήσομεν. καὶ τοῦτο πάρεστι μαθεῖν οὐκ ἐπὶ τὴν πᾶσαν ὕλην φοιτήσαν- τας (ἀδόλεσχον γάρ ἐστι καὶ γραμματικῆς γραολογίας πλῆρες), ἀλλʼ ὅμοιόν τι τοῖς οἰνοκαπήλοις ποιήσαντας, καὶ | ὃν τρόπον ἐκεῖνοι ἐξ ὀλίγου γεύματος τὸν ὅλον δοκι- μάζουσι φόρτον, οὕτω καὶ αὐτοὶ ἓν λόγου μέρος προχει- ρισάμενοι, καθάπερ τὸ ὄνομα, ἐκ τῆς περὶ τούτου τεχνο- λογίας συνοψόμεθα καὶ τὴν ἐν τοῖς ἄλλοις τῶν γραμματι- κῶν ἐντρέχειαν.

Περὶ ὀνόματος

Αὐτίκα τοίνυν ὅταν τῶν ὀνομάτων τὰ μὲν ἀρσενικὰ φύσει λέγωσι τὰ δὲ θηλυκὰ τὰ δὲ οὐδέτερα, καὶ τὰ μὲν ἑνικὰ τῷ ἀριθμῷ τὰ δὲ δυϊκὰ τὰ δὲ πληθυντικά, καὶ ἤδη τὰς ἄλλας ἐπισυνείρωσι διαιρέσεις, ἐπιζητήσωμεν τί ποτέ ἐστι τὸ ἐπιφωνούμενον τοῦτο ‘φύσειʼ.

γὰρ ὅτι οἱ πρῶτοι ἀναφθεγξάμενοι τὰ ὀνόματα φυσικὴν ἐποιήσαντο τὴν ἀναφώνησιν αὐτῶν ὡς καὶ τὴν ἐπὶ τῷ ἀλγεῖν κραυγὴν καὶ τὴν ἐπὶ τῷ ἥδεσθαι ἢ τῷ θαυμάζειν ἐκβόησιν, οὕτω λέ- γουσι φύσει τὰ μὲν τοιαῦτα εἶναι τῶν ὀνομάτων τὰ δέ [*](§ 141 ἀδόλεσχον — γραολογίας cf. Chrysipp. ap. Galen. de plac. Hippocr. et PIat. 307, 7 Mueller) [*](5 θεὰ om. C || 7 antc μήτε add. ἀλλʼ εἰ D || 12 πολλῶν D || 13 φοιτήσαντα ED || 15 ποιήσαντας F abr. Bury: ποιήσαντες G 17 λόγον μέρος μέρος L: μέρος λόγου E: μέρη λόγου D )

38
τοιάδε ἢ ὅτι καὶ ἐπὶ τοῦ παρόντος ἕκαστον αὐτῶν φυ- σικῶς ἡμᾶς κινεῖ ὅτι ἀρρενικόν, κἂν ἡμεῖς μὴ νομίζωμεν αὐτὸ ἀρρενικὸν εἶναι, καὶ πάλιν φυσικῶς αὐτὸ ἐνδείκνυται ὅτι θηλυκόν ἐστι, κἄν ἡμεῖς μὴ θέλωμεν.

ἀλλὰ τὸ μὲν πρῶτον οὐκ ἂν εἴποιεν. πόθεν γὰρ γραμματικῇ παχύτητι διαγινώσκειν πότερον φύσει ἢ θέσει τὰ ὀνόματα, ἢ τίνα μὲν οὕτως τίνα δὲ ἐκείνως; ὅτε οὐδὲ τοῖς ἐπʼ ἄκρον ἥκουσι φυσιολογίας εὐμαρὲς εἰπεῖν διὰ τὰς ἑκατέρωθεν ἰσολογίας. ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος,

πρὸς ὅν οὐδʼ εἰ καταπέλτην ὑπομένοιεν, φοασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἧν καὶ μὴ τῇ καθʼ ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα.

ὥστε τοῦτο μὲν οὐκ ἐροῦσιν εἰ δʼ ὅτι φυσικῶς διαδείκνυσιν ἕκαστον ὄνομα ὅτι ἀρρενικόν ἐστιν ἢ θηλυκὸν ἢ οὐδέτερον, φασὶ τὰ μέν τοιάδε τὰ δὲ τοιαῦτα τυγχάνειν, ἴστωσαν λειότε- ρον αὑτοῖς τρίβοντες τὸν κλοιόν.

πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὕς δὲ ἐναντίως· οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρ - βάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μέν ἀλεαίνει βαρβάρους δὲ φύχει· καὶ ἡ χιὼν φύσει ψύ- χει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς αἰσθήσεις κινεῖ.

τὰ δὲ αὐτὰ ὀνόματα οὐ πᾶσίν ἐστι τὰ αὐτά, ἀλλὰ τοῖς μὲν ἀρρενικὰ τοῖς δὲ θηλυκὰ τοῖς δὲ οὐ- δέτερα· οἷον θηναῖοι μὲν τὴν στάμμινον λέγουσι θηλυ- κῶς, Πελοποννήσιοι δὲ τὸν στάμνον ἀρρενικῶς, καὶ οἱ [*](§ 145 ~ M I 37 || 146 λειότερον cf. PIut. de Herod. malign. 855 A || 147 cf. M VIII 187 148- 154 Cratetis Pergam. (Mal- lotae) F 64e (H. J. Mette, Parateresis, HelIe 1952)) [*](5 γὰρ om. LVr || 8 εὐμαρές εἰπεῖν φυσιολογίας ζ ἀμερές D 12 ἐσήμαινεν dub. Bekk.: σημαίνει C DeVogcl || 17 οὐθέτερον LVr ED || 18 τελειότερον Herv. || 19 an post λειότερον addendum sit 〈μὲν, μακρότερον δὲ〉, dub. Kaayser coll. Plut. l. c. || 35 ἀπαραμ- ποδίστους L Vr: ἀπαρεμποδίστους Fabr. )

39
μέν τὴν θόλον οἱ δέ τὸν θόλον, καὶ οἱ μὲν τὴν βῶλον οἱ δὲ τὸν βῶλον,

καὶ οὐ διὰ τοῦτο οὖτοι ἢ ἐκεῖνοι λέγονται ἁμαρτάνειν· ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆταμι. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτέ μέν ἀρρενικῶς ἐκ- φέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λι- μόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μέν τοιαῦτα γίνε- ται τὰ δὲ τοιαῦτα.

καὶ μὴν εἶπερ φύσει τῶν ὀνομάτων ἦν τὰ μιέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ὧφε〈ι〉λον αἱ ἀρρενικαὶ φύσεις ἀεί ποτε ἀρρενικοῖς ὀνόμασι προσαγορεύεσθαι καὶ αἱ θηλυκαὶ θηλυκοῖς καὶ αἱ μήτε ἀρρενικαὶ φύσεις μήτε [αἱ] θηλυκαὶ οὐδετέρως.

οὐχὶ δὲ τοῦτο, ἀλλὰ καὶ τὰς ἀρ- ρενικὰς φύσεις θηλυκῶς καλοῦμεν καὶ τὰς θηλυκὰς ἀρρε- νικῶς καὶ τὰς οὐτε ἀρρενικὰς οὐτε θηλυκὰς ἤτοι ἀρρενι- κῶς ἢ θηλυκῶς, οὐχὶ δὲ οὐδετέρως· οἷον κόραξ μέν λέγε- ται ἀετός κώνωψ κάνθαρος σκορπίος μῦς ἀρρενικῶς καὶ ἐπὶ τοῦ θήλεος, καὶ πάλιν χελιδών χελώνη κορώνη ἀκρίς μυγαλῆ ἐμπίς καὶ ἐπὶ τοῦ ἄρρενος τὴν φύσιν θηλυκῶς·

ὡσαύτως δὲ κλίνη θηλυκῶς ἐπὶ τῆς μήτε ἄρρενος μήτε θηλείας τὴν φύσιν, καὶ στῦλος ἀρρενικῶς ἐπὶ τοῦ οὐδε- τέρου. τοίνυν εἰ φύσει οὐδέν ἐστιν ἀρρενικὸν θηλυκὸν ὄνομα, ζητῶ πῶς ὁ γραμματικὸς ἐπιλήψεται τοῦ διαστρό- φως λέγοντος ὁ χελιδών καὶ ἡ ἀετός. ἤτοι γὰρ ὡς φύσει τοῦ ὀνόματος τῆς χελιδόνος θηλυκοῦ ὄντος, ἐκείνου δὲ ἀρρενικὸν αὐτὸ τῷ ἄρθρῳ βιαζομένου γενέσθαι, ἢ ὡς τῆς κοινῆς συνηθείας θηλυκὸν αὐτὸ θεματισάσης ἀλλʼ οὐκ ἀρρενικόν.

ἀλλʼ εἰ μὲν ὡς φύσει θηλυκοῦ καθεστῶτος, ἐπεὶ οὐδὲν φύσει θηλυκόν ἐστι καθὼς παρεστήσαμεν, ἀδιάφορον τὸ ὅσον ἐπὶ τούτῳ ἐάν τε οὕτως ἐάν τε ἐκείνως ἐκφέρηται· εἰ δʼ ὡς ὑπὸ τῆς κοινῆς συνηθείας ἀντὶ θη- [*](§ 149-153 v. ad 148) [*](2 λέγεται A || 4 δὲ om. LVr ταῦτα AB V || 9 ἦν τὰ μέν EDLVr: τὰ μέν ἦν ς |ὧφελον G: corr. Bekk. || θηλυκαὶ om. C |αἱ μήτε scripsi: μήτε αἱ G || 12 αἱ delevi |οὐθετέρως LVr: οὐγʼ ἑτέρως ED 15 κώραξ V 16 κόνωνψ A: κώνονψψ B 18 μυγαλῆ G, sed -λῆ corr. A: μυγάλη Gen. Fabr. || 19 ὡσαύτως — θηλυκῶς om. ED || 20 στύλος ED L || 24 χελιδῶνος ED )

40
λυκοῦ θεματισθέν, γενήσεται τοῦ τε εὖ λεγομένου καὶ μὴ κριτήριον οὐχὶ τεχνικός τις καὶ γραμματικὸς λόγος ἀλλʼ ἡ ἄτεχνος καὶ ἀφελὴς τῆς συνηθείας παρατήρησις.

Τὰ δέ αὐτὰ ταῦτα μετακτέον καὶ ἐπὶ τὰ ἑνικὰ καὶ πληθυντικὰ τῶν ὀνομάτων. Πθῆναι γὰρ λέγονται πλη- θυντικῶς ἡ μία πόλις καὶ Πλαταιαί, καὶ πάλιν Θήβη ἑνι- κῶς καὶ Θῆβαι πληθυντικῶς, καὶ Μυκήνη καὶ Μυκῆναι. ῥηθήσεται δὲ ἐπιμελέστερον περὶ τῆς ἐν τούτοις ἀνωμα- λίας προβαινούσης τῆς ζητήσεως.

Τὰ νῦν δέ ἐπεὶ καὶ ὑποδειγματικῶς κατωπτεύκαμεν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν, φέρε κἀκεῖνο, πρὶν ἐπʼ ἄλλον τ[ρ]όπον ἀὶπελύεῖν, ἐξεατῖσυμεν,

ψημὶ δέ τίνα λόγον καλοῦσιν μέρη λόγου.

ΙΙερὶ λόγο υ 0αἱ μερῶν λόγο υ

Ἤτοι γμρ αὐτὴν τὴν σωματικιν ψωνιν ἐροῦσιν ἧ ἀσώ- ματον λεκτύν, διαφεέρον ταύτης. οὒτε δὲ τν φωνινέροῦσιν· ταύτης μὲν γὰρ ῥηθείσης πάντες ἀκούουσιν, Ἡλληνές τε καὶ βάρβαροι καὶ ἰδιῶται καὶ οἱ παιδείας ἐντός, τοῦ δέ λόγου καὶ τῶν τούτου μερῶν Ἕλληνες μόνοι καὶ οἱ τούτου ἔμπειροι. τοίνυν οὐχ ή φωνή ἐστιν ὁ λόγος καὶ μέρη λόγου. καὶ μὴν οὐδέ τὸ ἀσώματον λεκτόν.

πῶς γὰρ ἀσώματον ἔτι ἔστι τι ἄλλο τοιοῦτο παρὰ τὸ σῶμα καὶ τὸ κενόν, πολλῆς | καὶ ἀνηνύτου γενομένης παρὰ τοῖς φιλοσόφοις περὶ αὐτοῦ διαμάχης; εὶ μέν γὰρ κινεῖται, σῶμά ἐστιν τὸ γὰρ κινούμενον σῶμα· εἰ δέ μένει, δεχόμενον μὲν τὰ εἰς αὐτὸ φερόμενα σώματα καὶ μὴ ἀντιτυποῦν κενὸν γε- νήσεται, κενοῦ γὰρ ἴδιον τὸ μὴ ἀντιτυπεῖν, ἀντιτυποῦν δέ τοῖς εἰς αὐτὸ φερομένοις σῶμά ἐστιν, ἰδίωμα γὰρ σώμα- τος τὸ ἀντιτυπεῖν.

ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκeτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδει- [*](§ 154 v.ad 148 157 . M VIII 76-77 et 444, cf. ΡII II 107-108) [*](5 ἀθηναῖοι LVrC 7 μηκῆναι EUR: μὴ κυνοῖ C || 11 γραμμά- των ζ || 12 1fel. Tlνeiler |ἀπελθεῖν A add: ἐπελθεῖν cett. || 13 τίνι Vr || 14 tit. ς || 15 λεκτίον A || 16 ἀκούσιον C |||17 ἰδιῶται B || 19 οὐχὶ pro μὐχ ἡ VC || 21 τοιοῦτον ED || 22 ἀνηνύτη R )

41
ξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντι- φάσει ἐπισχεθήσεται· ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ διʼ ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον ὡς ὁμολογούμενον ἄπιστος ἔσται.

παρʼ ἣν αἰτίαν λοιπόν, εἰ μήτε ἡ φωνὴ λόγος ἐστὶ μήτε τὸ σημαινόμενον ὑπʼ αὐ- τῆς ἀσώματον λεκτόν, παρὰ δὲ ταῦτα νοεῖν οὐδὲν ἐνδέχε- ται, οὐδέν ἐστι λόγος.

Ἔστω δὲ νῦν καὶ ὁ λόγος καὶ μέρη τούτου ὁπόσα θέ- λουσιν οἱ γραμματικοὶ ὑπάρχειν. ἀλλʼ εἰπάτωσάν γε ἡμῖν πῶς τὸν λόγον μερίζουσιν.

Περὶ μερισμοῦ

Ἐπεὶ γαρ τὸν μερισμὸν τὸν τῶν ἐμ μέτρων ἐν δυσὶ μάλιστα τοῖς ἀναγκαιοτάτοις κεῖσθαι συμβέβηκεν, ἔν τε τῷ βαίνειν, τουτέστι τῇ εἰς τοὺς πόδας διανομῇ, καὶ ἐν τῇ εἰς τὰ τοῦ λόγου μέρη διαιρέσει, ἀκόλουθον μὲν ἂν ἧν τοῖς τελέως πρὸς αὐτοὺς ἀντιλέγουσιν ἑκάτερον κινεῖν, τόν τε τρόπον τοῦ βαίνειν, σκελίσαντας αὐτῶν ἄπαντας τοὺς οἷς βαίνουσι πόδας ὡς ἀνυπάρκτους, καὶ ἔτι τὸν τρόπον τῆς τῶν τοῦ λόγου μερῶν διανομῆς, δείξαντας τὸ ἀδύνατον τῆς διαιρέσεως.

ἀλλʼ ἐπεὶ κἀν τοῖς πρὸς τούς μουσικούς ( VI 60—67) προηγουμένως περὶ ποδῶν ζητοῦμεν, ἵνα μὴ προλαμβάνωμεν τὰ μελλήσοντα πρὸς ἐκείνους λέγεσναι ἢ μὴ δὶς τὰ αὐτὰ λέγωμεν, ταύτην μὲν τὴν ἀπορίαν εἰς τὸν δέοντα καιρὸν ὑπερθη σόμεθα, περὶ δέ τῆς διαιρέσεως τῶν τοῦ λόγου μερῶν σκεψώμεθα.