Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ οἱ μὲν προνοεῖν τῶν καθ’ ἡμᾶς, 24a οἱ δὲ μὴ προνοεῖν· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός (p. 71,3 Us.) φησί μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς.

ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρησκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει· ἃ γὰρ ἔν τισιν ἱεροῖς <νομίζεται> ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται.