Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλὰ καὶ <τὸ> κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.

ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ· διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν'. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυ- γεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν (fr. 58 B.)

  • ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
  • ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων,
  • αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος.