Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ νόμοι. οἴ τε ωμαίων νομοθέται τούς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τούς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τούς ἀργυρωνήτους· παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται.

νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις <δὲ> καὶ ἀναιροῦντες , τιμῶν καὶ στεφάνων ἀξιοῦνται.