Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι.
τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν , εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοία ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν , ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,