Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Τὸ δὲ ἀδιάφορόν φασι (Stoic. fr.III 122 Arn.) λέγεσθαι μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε [*](25a) ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἶόν ἐστι τὸ ἀρτίους εἶναι τούς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν [*](§ 175 ~ adv. dogm. V 42 — 44 (ex Aenesidemo)) [*](§ 176 ~ adv. dogm. V 40.) [*](§ 177 ~ adv. dogm. V 59—61.) [*](9 ἀγαστὸν Fabr. coll. p. 553,4 (idem Plato): ἀγωγὸν GT (agogon) 12 ἄσπειστον Fabr.: ἄπιστον GT (incredibile) <αὐτοῦ> τούτου Τ (ipsius eius) 19 <οἱ μὲν> λέγ’. Pappenheim)

v.1.p.182
δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ [*](29α) γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἷναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, ὧς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν.

τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν.

Oὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου· οὐδὲν δὲ ἀπεικὸς πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον, ἐντεῦθέν τινες ἐπιλογίζονται.

  • κγ΄ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.