Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
Τὸ πῦρ φύσει ἀλεαῖνον πᾶσι φαίνεται ἀλεαντικόν, καὶ ἡ χιὼν φύσει ψύχουσα πᾶσι φαίνεται ψυκτική, καὶ πάντα τὰ φύσει κινοῦντα ὁμοίως πάντας κινεῖ τοὺς κατὰ φύσιν, ὧς φασίν, ἔχοντας. οὐδὲν δὲ τῶν λεγομένων ἀγαθῶν πάντας κινεῖ ὡς ἀγαθόν, ὡς ὑπομνήσομεν · οὐκ ἄρα ἔστι φύσει ἀγαθόν. ὅτι δὲ οὐδὲν τῶν λεγομένων ἀγαθῶν πάντας ὁμοίως κινεῖ, δῆλον, φασίν.
ἵνα γὰρ τοὺς ἰδιώτας παρῶμεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἷναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν , οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρωτινὰ [*](20α) τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἷναι ἀγαθῶν, ὧς οἱ Περιπατητικοί (Div. Aristot. 1[5])· τούτων γὰρ τὰ μὲν εἷναι ψυχὴν ὧς τἀς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὧς ὑγίειαν καὶ τὰ ἐοικότα, τὰ δὲ ἐκτὸς ὧς φίλους, πλοῦτον,