Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἑνὸς δὲ ὄντος ἱματίου καὶ τοῦτο ἑνὸς ἀμφιασαμένου, γυμνοὶ μενοῦσιν οἱ λοιποὶ καὶ χωρὶς ἱματίου. εἰ δὲ μέρους αὐτῆς μετέχει ἕκαστον, πρῶτον μὲν ἕξει μέρος τι ἡ μονάς, καὶ ἄπειρά γε ἔξει μέρη, εἰς ἃ διαιρεῖται· ὅπερ ὅπερ εἶτα ὡς τὸ μέρος τῆς δεκάδος, οἷον ἡ δυάς, οὔκ ἐστι δεκάς, οὕτως οὐδὲ τὸ μέρος τῆς μονάδος ἔσται μονάς, διὰ δὲ τοῦτο οὐδὲ μεθέξει τι τῆς μονάδος. ὥστε οὔκ ἐστι μία ἡ μονὰς ἧς μετέχειν λέγεται τὰ κατὰ μέρος.

εἰ δὲ ἰσάριθμοι τοῖς ἀριθμητοῖς, ἐφ’ ὧν λέγεται τὸ ἔν, αἱ μονάδες εἰσίν, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν κατὰ μέρος λέγεται ἕν, ἄπειροι ἔσονται αἱ μετεχόμεναι μονάδες. καὶ αὗται ἤτοι μετέχουσιν ἔπαωαβεβηκυίας μονάδος ἢ μονάδων ἰσαρίθμων αὐταῖς καὶ διὰ τοῦτό εἰσι μονάδες) ἢ οὐ μετέχουσιν, ἀλλὰ χωρίς τινος μετοχῆς μονάδες εἰσίν.