Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
<...> εἰ μὲν γὰρ χωρὶς μετοχῆς μονάδες εἶναι δύνανται αὗται, δυνήσεται καὶ τῶν αἰσθητῶν ἕκαστον χωρὶς μονάδος μετοχῆς ‘ὲν εἶναι, καὶ αὐτόθεν περιτρέπεται ἡ καθ’ ἑαυτὴν θεωρεῖσθαι λεγομένη ὁ μονάς. εἰ δὲ ἀπὸ μετοχῆς κἀκεῖναι μονάδες εἰσίν, ἤτοι μιᾶς μετέχουσι πᾶσαι ἢ μία ἑκάστη ἰδίας. καὶ εἰ μὲν πᾶσαι μιᾶς, ἤτοι κατὰ μέρος ἑκάστη ἢ ὅλης λεχθήσεται μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι·
εἰ δὲ ἑκάστη ἰδίας, καὶ ἐκείνων τῶν μονάδων ἑκάστῃ μονάδα ἐπιθεωρεῖσθαι δεῖ, καὶ ταῖς ἐπιθεωρουμέναις ἐκείναις ἄλλας, καὶ μέχρις ἀπείρου. εἰ οὖν ἵνα καταλάβωμεν, ὅτι εἰσί τινες καθ’ ἑαυτὰς μονάδες, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἐστὶν ἕν, δεῖ κατειληφέναι ἀπειράκις ἀπείρους νοητὰς μονάδας, ἀδύνατον δὲ καταλαβεῖν ἀπειράκις ἀπείρους μονάδας νοητάς, ἀδύνατον ἄρα ἐστὶν ἀποφήνασθαι, ὅτι εἰσί τινες νοηταὶ μονάδες καὶ ἕκαστον τῶν ὄντων ἐστὶν ‘ὲν κατὰ μετοχὴν ἰδίας μονάδος γινόμενον ἔν.