Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Περὶ μὲν <οὖν> τοῦ λογικοῦ μέρους τῆς λεγομένης φιλοσοφίας ὧς ἐν ὑποτυπώσει τοιαῦτα ἀρκούντως λέγοιτο ἂν·

ἁ περὶ τοῦ φυσικοῦ μέρους.

Κατὰ δὲ τὸν αὐτὸν τρόπον τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κινεῖν ἐπιχειρήσομεν, οἶς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου.

  • β΄ περὶ ἀρχῶν δραστικῶν.
  • Καὶ ἐπειδὴ παρὰ τοῖς πλείστοις συμπεφώνηται τῶν ἀρχῶν τὰς μὲν ὑλικὰς εἶναι, τὰς δὲ δραστικὰς, ἀπὸ τῶν δραστικῶν τὴν ἀρχὴν τοῦ λόγου ποιησόμεθα· ταύτας γὰρ καὶ κυριωτέρας τῶν ὑλικῶν φασιν εἶναι.

  • γ’ περὶ θεοῦ.
  • Οὐκοῦν ἐπεὶ θεὸν εἶναι δραστικώτατον αἴτιον οἱ πλείους ἀπεφήναντο, πρότερον περὶ θεοῦ σκοπήσωεν, ἐκεῖνο προει- [*](§ 1 ~ adv. dogm. III 4 —12.) [*](§ 2 — λέγομεν ~ adv. dogm. III 49.) [*](30 τι om. B 32 τις om. B 34 τούς πιθανοὺς B ΙΙ 5 οὖν add. T (quidem igitur) 6 τοιαῦτα G: ταῦτα T (hec): τοσαῦτα Gen. 9 eis eis T (παρ’ αὐτοῖς?) ΙΙ τόπον L: τὸν τόπον MEAB: localiterT, fort. κατὰ <τοῦτον> τὸν τόον cf. p 392,15. 11 ἀρξώμεθα MEABT (incipiamus) : ἀρξόμεθα L 11 a et 15 a tituli inverso ordine exstant in L 13 δραστικὰς EAB: δραστηρίους ML)

    v.1.p.134
    πόντες, ὅτι τῷ μὲν βίῳ κατακολουθοῦντες ἀδοξάστως φαμὲν εἷναι θεοὺς καὶ σέβομεν θεοὺς καὶ προνοεῖν αὐτούς φαμεν, πρὸς δὲ τὴν προπέτειαν τῶν δογματικῶν τάδε λέγομεν.

    Τῶν ἐννοουμένων ἡμῖν πραγμάτων τἀς οὐσίας ἐπινοεῖν ὀφείλομεν, οἷον εἰ σώματά ἐστιν ἢ ἀσώματα. ἀλλὰ καὶ τὰ εἴδη· οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών. τό τε ἐννοούμενον ἐννοεῖσθαί που ὀφείλει.

    ἐπεὶ οὖν τῶν δογματικῶν οἱ μὲν σῶμά φασιν εἶναι τὸν θεόν, οἱ δὲ ἀσώματον, καὶ οἱ μὲν ἀνθρωποειδῆ, οἱ δὲ οὔ, καὶ οἱ μὲν ἐν τόπῳ, οἱ δὲ οὔ, καὶ τῶν ἐν τόπῳ οἱ μὲν ἐντὸς κόσμου, οἱ δὲ ἐκτός, πῶς δυνησόμεθα ἔννοιαν θεοῦ λαμβάνειν μήτε οὐσίαν ἔχοντες αὐτοῦ ὁμολογουμένην μήτε εἶδος μήτε τόπον ἐν ᾧ εἴη; πρότερον γὰρ ἐκεῖνοι ὁμολογησάτωσάν τε καὶ συμφωνησάτωσαν, ὅτι τοιόσδε ἐστὶν ὁ θεός, εἶτα ἡμῖν αὐτὸν ὑποτυπωσάμενοι οὓτως ἂκοπ'θτωσαν ἡμᾶς ἔννοιαν θεοῦ λαμβάνειν. ἐς ὅσον δὲ ἀνεπικρίτως διαφωνοῦσιν, τί νοήσομεν ἡμεῖς ὁμολογουμένως παρ’ αὐτῶν οὐκ ἔχομεν.

    ἀλλ’ ἄφθαρτόν τι, φασί, καὶ μακάριον ἐννοήσας, τὸν θεὸν εἶναι τοῦτο νόμιζε. τοῦτο δέ ἐστιν εὔηθες· ὥσπερ <γὰρ> ὁ μὴ εἰδὼς τὸν οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὧς Δίωνι δύναται νοεῖν, οὕτως ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβηκότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα.

    χωρὶς δὲ τούτων εἰπάτωσαν ἡμῖν, τί ἐστι τὸ μακάριον, πότερον τὸ ἐνεργοῦν κατὰ ἀρετὴν καὶ προνοούμενον τῶν ὑφ’ ἑαυτὸ τεταγμένων, ἢ τὸ ἀνενέργητον καὶ μήτε αὐτὸ πράγματα ἔχον μήτε ἑτέρῳ παρέχον· καὶ γὰρ καὶ περὶ τούτου διαφωνήσαντες ἀνεπικρίτως ἀνεννόητον ἡμῖν πεποιήκασι τὸ μακάριον, διὰ δὲ τοῦτο καὶ τὸν θεόν.

    Ἳνα δὲ καὶ ἐπινοῆται ὁ θεός, ἐπέχειν ἀνάγκη περὶ [*](19 providere ipsos nohis Τ 24 εἰδωλοποιεῖσθαι Kayser coll. p. 109, 14 || τε: igitur Τ 25 που ML: του EAB: intelligi alicui (fort. pro alicubi cf. p. 134, 15) Τ 26 τὸν θεὸν εἷναι L 2 δὲ om. EAB 4 αὐτῶν <ἐπινοηθὲν> τοῦτο EABT (hoc): τοῦτον L: om. M 6 γάρ add. T (quemadmodum enim qut) 16/17 περὶ τοῦ πότερον G: de hoc prius utrum Τ)

    v.1.p.135
    τοῦ πότερον ἔστιν ἢ οὐκ ἔστιν, ὅσον ἐπὶ τοῖς δογματικοῖς. τὸ γὰρ εἷναι τὸν θεὸν πρόδηλον μὲν οὔκ ἐστιν. εἰ γὰρ ἐξ ἑαυτοῦ προσέπιπτεν, συνεφώνησαν ἂν οἱ δογματικοί, τίς ἐστι καὶ ποδαπὸς καὶ ποῦ· ἡ ἀνεπίκριτος δὲ διαφωνία πεποίηκεν αὐτὸν ἄδηλον ἡμῖν εἶναι δοκεῖν καὶ ἀποδείξεως δεόμενον.

    ὁ μὲν οὖν <ἀποδεικνύων> ὅτι ἔστι θεός, ἤτοι διὰ προδήλου τοῦτο ἀποδείκνυσιν ἢ δι’ ἀδήλου. διὰ προ- δήλου μὲν οὖν οὐδαμῶς· εἰ γὰρ ἦν πρόδηλον τὸ ἀποδεικνύον ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν, πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προδήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὧς ὑπεμνήσαμεν· οὐδὲ ἀποδείκνυται ἄρα διὰ προδήλου. ἀλλ’ οὐδὲ δι’ ἀδήλου.

    τὸ γὰρ ἄδηλον τὸ ἀποδεικτικὸν τοῦ εἶναι θεόν, ἀποδείξεως χρῇζον, εἰ μὲν διὰ προδήλου λέγοιτο ἀποδείκνυσθαι, οὐκέτι ἄδηλον ἔσται ἀλλὰ πρόδηλον [τὸ εἶναι θεόν]. οὐκ ἄρα ἀποδεικτικὸν αὐτοῦ ἄδηλον διὰ προδήλου ἀποδείκνυται. ἀλλ’ οὐδὲ δι’ ἀδήλου· εἰς ἂπειρον γὰρ ἐκπεσεῖται ὁ τοῦτο λέγων, αἰτούντων ἡμῶν ἀεὶ ἀπόδειξιν τοῦ φερομένου ἀδήλου πρὸς ἀπόδειξιν τοῦ προεκκειμένου. οὐκ ἄρα ἐξ ἑτέρου δύναται ἀποδείκνυσθαι τὸ εἶναι θεόν.

    εἰ δὲ μήτε ἐξ ἑαυτοῦ ἐστι πρόδηλον μήτε ἐξ ἑτέρου ἀποδείκνυται, ἀκατάληπτον ἔσται εἰ ἔστι θεός.

    Ἒτι καὶ τοῦτο λεκτέον. ὁ λέγων εἶναι θεὸν ἤτοι προνοεῖν αὐτὸν τῶν ἐν κόσμω φησὶν ἤ οὐ προνοεῖν, καὶ εἰ μὲν προνοεῖν, ἤτοι πάντων ἤ τινων. (Epic. fr. 374 Us.) ἀλλ’ εἰ μὲν πάντων προυνόει, οὐκ ἦν ἂν οὔτε κακόν τι οὔτε κακία ἐν τῷ κόσμῳ· κακίας δὲ πάντα μεστὰ εἶναι λέγουσιν· οὐκ ἄρα πάντων προνοεῖν λεχθήπροσέπιπτεν [*](19 Bekk. : προέπιπτεν G: incideret Τ 22 add. Τ (qui enim demonstrat) cf. v. 24 25 ἀποδεικνυόμενον ML: ἀποδεικνύμενον EAB 29 post πρόδηλον add. pappenheim τὸ εἷναι θεόν, quod fors. e p. 121,1 huc transponendum censet 1 del. Pappenheim 5 προεκκειμένου GT (preexistentis): προκειμένου edd. llsqq. Epicuri fragm. agnovit Pasquali 13 δὲ G: γὰρ Τ (enim))

    v.1.p.136
    σεται ὁ θεός.

    εἰ δέ τινων προνοεῖ, διὰ τί τῶνδε [*](14a) μὲν προνοεῖ, τῶνδε δὲ οὔ; ἤτοι γὰρ καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν, ἢ βούλεται μέν, οὐ δύναται δέ, ἢ δύναται μέν, οὐ βούλεται δέ, ἢ οὔτε βούλεται οὔτε δύναται. ἀλλ’ εἰ μὲν καὶ ἠβούλετο καὶ ἠδύνατο, πάντων ἂν προυνόει· οὐ προνοεῖ δὲ πάντων διὰ τὰ προειρημένα· οὐκ ἄρα καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν. εἰ δὲ βούλεται μέν, οὐ δύναται δέ, ἀσθενέστερός ἐστι τῆς αἰτίας δι’ ἣν οὐ δύναται προνοεῖν ὧν οὐ προνοεῖ·

    ἔστι δὲ παρὰ τὴν θεοῦ ἐπίνοιαν τὸ ἀσθενέστερον εἷναί τινος αὐτόν. εἰ δὲ δύναται μὲν πάντων προνοεῖν, οὐ βούλεται δέ, βάσκανος ἂν εἶναι νομισθείη. εἰ δὲ οὔτε βούλεται οὔτε δύναται, καὶ βάσκανός ἐστι καὶ ἀσθενής, ὅπερ λέγειν περὶ θεοῦ ἀσεβούντων ἐστίν. ἄρα προνοεῖ τῶν ἐν κόσμῳ ὁ θεός. εἰ δὲ οὐδενὸς πρόνοιαν ποιεῖται οὐδὲ ἔστιν αὐτοῦ ἔργον οὐδὲ ἀποτέλεσμα, οὐχ ἕξει τις εἰπεῖν, πόθεν καταλαμβάνεται ὅτι ἔστι θεός, εἴγε μήτε ἐξ ἑαυτοῦ φαίνεται μήτε δι’ ἀποτελεσμάτων τινῶν καταλαμβάνεται. καὶ διὰ ταῦτα ἄρα ἀκατάληπτόν ἐστιν εἰ ἔστι θεός.

    ἐκ δὲ τούτων ἐπιλογιζόμεθα, ὅτι ἴσως ἀσεβεῖν ἀναγκάζονται οἱ διαβεβαιωτικῶς λέγοντες εἶναι θεόν· πάντων μὲν γὰρ αὐτὸν προνοεῖν λέγοντες κακῶν αἴτιον τὸν θεὸν εἷναι φήσουσιν, τινῶν δὲ ἢ καὶ μηδενὸς προνοεῖν αὐτὸν λέγοντες ἤτοι βάσκανον τὸν θεὸν ἢ ἀσθενῆ λέγειν ἀναγκασθήσονται, ταῦτα δέ ἐστιν ἀσεβούντων προδήλως.

  • δ’ περὶ αἰτίου.
  • Ἲνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ δογματικοὶ δι’ ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, [*](14 a ἀεὶ post προνοεῖ add. Τ (providet semper) 29 οὐδὲν L 30 καταλαμβάνεται Τ (apprehenditur) : καταλαμβάνει G 1 ἀσεβεῖν ML: ἀσεβεῖς EAB: impii Τ ΙΙ ὀνομάζονται T (appellantur) 7 ἀναγκάσωσιν T (compellant))

    v.1.p.137
    κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρότερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου <ἀποδίδοσθαι> ἔτι καὶ ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ διαφωνίαν.

    οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν. δόξαι δ’ ἂν αἴτιον εἶναι κοινότερον κατ’ αὐτοὺς δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα, οἷον ὧς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνήκασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἶον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἶον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα.

    τούτων δὲ τῶν αἰτίων οἱ μὲν πλείους ἡγοῦνται τὰ μὲν συνεκτικὰ εἶναι, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά, καὶ συνεκτικὰ μὲν ὑπάρχειν ὡν παρόντων πάρεστι τὸ ἀποτέλεσμα καὶ αἰρομένων αἴρεται καὶ μειουμένων μειοῦται (οὕτω γὰρ τὴν περίθεσιν τῆς στραγγάλης αἴτιον εἶναί φασι τοῦ πνιγμοῦ), συναίτιον δὲ ὃ τὴν [*](9a) ἲσην εἰσφέρεται δύναμιν ἑτέρῳ συναιτίῳ πρὸς τὸ εἶναι τὸ ἀποτέλεσμα οὓτω <γὰρ> ἕκαστον [*](0a) ἑλκόντων τὸ ἄροτρον βοῶν αἴτιον εἶναί φασι τῆς ὁλκῆς τοῦ ἀρότρου), συνεργὸν δὲ ὃ βραχεῖαν εἰσφέρεται δύναμιν καὶ πρὸς τὸ μετὰ ῥᾳστώνης ὑπάρχειν τὸ ἀποτέλεσμα, οἶον ὅταν δυοῖν βάρος τι βασταζόντων μόλις τρίτος τις προσελθὼν συγκουφίσῃ τοῦτο.

    ἔνιοι μέντοι καὶ παρόντα μελλόντων τῶν αἴτια ἔφασαν εἶναι, ὧς τὰ προκαταρκτικά, οἶον τὴν ἐπιτεταμένην ἡλίωσιν πυρετοῦ. τινὲς δὲ ταῦτα παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς [*](9 κοινῶς Pappenheim dubit. 13 add. T (de causa assignant) cf. p. 123, 23. 14 περὶ αὐτοῦ Kayser 20 τὸ αἴτιον Gen. : τὸ ἀγγεῖον GT (vas) 29 αἴτιον Τ (causam): αἴτιος G γὰρ add. T (sic enim) cf. v. 28 30 a συναίτιον Kayser, at cf. V. 29 1 τι et τις om. T)

    v.1.p.138
    τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὧς αἴτιον. ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν.

  • εἴ ἐστι τὶ τινὸς αἴτιον.
  • Πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· πῶς γὰρ ἂν αὔξησις γένοιτο, μείωσις, γένεσις, φθορά, καθόλου κίνησις, τῶν φυσικῶν τε καὶ ψυχικῶν ἀποτελεσμάτων ἕκαστον, ἡ τοῦ παντὸς κόσμου διοίκησις, τὰ ἄλλα πάντα, εἰ μὴ κατά τινα αἰτίαν; καὶ γὰρ εἰ μηδὲν τούτων ὡς πρὸς τὴν φύσιν ὑπάρχει, λέξομεν ὅτι διά τινα αἰτίαν πάντως φαίνεται ἡμῖν τοιαῦτα, ὁποῖα οὔκ ἐστιν.

    ἀλλὰ καὶ πάντα ἐκ πάντων καὶ ὡς ἔτυχεν ἂν ἦν μὴ οὔσης αἰτίας. οἷον ἵπποι μὲν ἐκ μυῶν, εἰ τύχοι, γεννηθήσονται, ἐλέφαντες δὲ ἐκ μυρμήκων· καὶ ἐν μὲν ταῖς Αἰγυπτίαις Θήβαις ὄμβροι ποτὲ ἐξαίσιοι καὶ χιόνες ἂν ἐγίνοντο, τὰ δὲ νότια ὄμβρων οὐ μετεῖχεν, εἰ μὴ αἰτία τις ἦν, δι’ ἣν τὰ μὲν νότιά ἐστι δυσχείμερα, αὐχμηρὰ δὲ τὰ πρὸς τὴν ἔω.

    καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι· εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται· εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω αἰτίαν δι’ ἣν οὐκ ἔστιν αἴτιον.

    Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον·

    ὅτι δὲ καὶ τὸ λέγειν μὴ εἶναί τινός τι αἴτιον πιθανόν ἐστι, φανερὸν ἔσται λόγους ἡμῶν ἐκθεμένων ὀλίγους ἀπὸ πολλῶν ἐπὶ τοῦ παρόντος πρὸς τὴν τούτου ὑπόμνησιν. οἷον γοῦν ἀδύνατόν ἐστι τὸ αἴτιον ἐννοῆσαι πρὶν τὸ ἀπο- [*](§§ 17—19 ~ adv. dogm. III 200—204.) [*](17 ὄμβροι κατὰ <κατὰ τύχην> EAB 18 χίονες ὡς <ὡς ἔτυχεν> et ὂμβρων ἐπεὶ <ἐπεὶ μετέχει> EAB ΙΙ ἐγίνοντο Beek.: έγένοντο G ἐστι om. L 22 φήσει Kayser || λέγειν G: εἶναι Τ (esse) τίθησι GT (ponit): θήσει Kayser || ἀποδιδούς Kayser: ἀπο- δίδωσι γοῦν Bekk. : fort. locus sic reficiendus τὸ αἴτιον, <αἴτιόν τι> τίθησιν ἀποδιδούς cf. p. 433, 13sqq. 23 ἀποδιδόσθω — αἴτιον.. causam causam T διὰ — οὖν om. Μ 25 εἶναι — ἐστι om. M 26 τι om. EABT)

    v.1.p.139
    τούτου τούτου καταλαβεῖν ὧς ἀποτέλεσμα αὐτοῦ· τότε γὰρ γνωρίζομεν, ὅτι αἴτιόν ἐστι τοῦ ἀποτελέσματος, ὅταν ἐκεῖνο ὧς ἀποτέλεσμα καταλαμβάνωμεν.