Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη, τίνα δὲ συμπτώματα τούτων, ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ’ ἐπὶ τῶν προσεχῶν παθῶν, καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ, ἥτις οὐ τὴν πύκνωσιν ἀλλά τὸν χαλαστικὸν τρόπον τῆς ἐπιμελείας ἀπαιτεῖ, τὸ δὲ τῆς ἐπακολουθούσης [*](21 ἐπὶ om. T 23 ἰατρῷ secL, fort. leg. τοῦ τοιούτου σοφίσματος coll. p. 114,9 aut ἰατρικοῦ σοφίσματος 26 ante primum terWane T 27/28 ante primam paroxisim tertiane T ante primam quidem tertiane T 4 καὶ om. T 9 τοῦ τοιούτου λόγου ML: τοῦ λόγου τοῦ τοιούτου EAB: huiusmodi ratione T)

v.1.p.127
θερμασίας οὐ προηγουμένως προσεχές, ὅθεν μηδὲ τὸ κατάλληλον εἶναι δοκοῦν αὐτῇ.

καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους ‘εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις·

κέρατα ἄρα ἔχεις.’ ‘εἰ κινεῖταί τι, ἤτοι ἐν ὧί ἐστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ ὐκ ἒστι· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν [*](29a) ἒστιν;)

οὐκ ἄρα κινεῖταί τι.’ ‘ἢτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ’ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, τὸ δὲ μὴ ὂν οὐ πάσχει) οὐδὲν ἄρα γίνεται.

ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών.’ καὶ τοιούτους ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλεκτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατ’ κατασκευάζειν ἡμῖν δι’ ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι τιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος <τις> κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παισοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες [*](20 προσεχές Τ 20/21 τὸ ψυχρὸν <ψυχρὸν τὸ> κατ. εἷναι δοκεῖν αὐτὴ Pappenheim 23 ἐρωτήσεις EAB || ἡμᾶς T (interrogans autem nos) : ἡμῖν G 24/25 et 25/26 καὶ κέρατα ἔχεις del. E. Weber 28 μενεῖ Kayser || μένει γὰρ <ἐν εἴπερ ἐν αὐτῷ ἐστιν> E. Weber coll. p. 137,26 || δὲ om. ὁ ἐνάργειαν Fabr.: ἐνέργειαν G: ad manifestam T 7 αὐτῶν alt. EAB: αὐτοῦ L: αὐ(??) Μ: eis Τ 8 τις add. T (quidam phil.) cf. p. 136, 25. || ad φίλ’. rubr. in L add. in mrg. ὁ ἀντισθένης κατὰ om. T (rationem motus) 12 κατὰ G: de T)

v.1.p.128
λόγων.

φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν <τι> ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ, ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὧς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ‘ἤτοι ἐν ᾧ ἦν τόπω ὁ ὦμος ὢν ἐκπέκτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν’, ὧς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν.

ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὐπ’ αὐτῆς σοφίσματα,. τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική.

Καὶ ἀπ’ αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ’ αὐτοῖς δὴ τεχνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἀπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι’ ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἷναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ ούδετέρων.

ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι’ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα δυμπέρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα [*](14 τι add. T (gratum quid) 15 ἐναπειροκαλῶν Bekk.: ἐν ἀπειροκάλῳ Gr: in dyalectica inexpertus T 16 κατὰ G: de T 18 ad ἐχαρ. L habet in mrg. εὐτραπελίσατο, ἒσκοψεν ΙΙ λέγων Τ (dicens): λέγω Gr 19 ὢν om. Τ 24 βιοῦν T (vivere) βίου G 26 λεγομένων om. T 29 κατὰ GT (secundum): fort. πρὸς 31 δὲ MEAB: om LT 6 λέγουσι γοῦν Bekk.: λέγουσιν οὖν G: dicunt enim T S τὸν L: τῶν MEAB)

v.1.p.129
αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἷναι συνακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ.

καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ· τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ’ [*](15a) μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι γὰρ (Stoic. fr. II 239 A.) συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναί ψευδῆ κατὰ τἀς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεὐδει μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς.

ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτικός έστιν, δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου, ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα, αὐτόθεν γινώσκομεν, ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτικὸς ὁ λόγος, ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές, οὐ συγκαταθησόμεθα αὐτῷ, κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπατηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ’ ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα, ἀλλ’ ἴσμεν ὅτι ἀπατῶσιν, κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν, οὕτως οὐδὲ τοῖς ψευδέσι μέν, πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθόμεθα, κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται.

ἢ ἐπεὶ ἴ’ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν, ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας, κοινότερον οὕτω συνερωτητέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει ἢ ἐπί τι τοιοῦτον ὧς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ’ εἰ μὲν τὸ δεύτερον, οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον, οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθεσθαι προπετῶς διὰ τὴν πιθανότητα, ἀλλ’ ἐκείνους ἀφίστασθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκατατίθεσθαι, εἲγε μὴ ληρεῖν παιδαριωδῶς, ἀλλὰ τἀληθῆ ζητεῖν, ὡς ὑπισχνοῦνται, προῄρηνται.

ὥσπερ γὰρ εἰ ὁδὸς [*](15 αὐτοῦ om. T 22 ἢ μὴ μήτε T (nec) 27 περὶ T (circa) 31 μὲν MLT (quidem) : μὴ EAB 32 φασιν Gr: quod autem T ἐπειδὴ δὲ?) 1 ἀπάγειν τὸ σόφισμά φασιν ἀλλὰ καἰ scripsi sec. T (in falsum deducit sophisma dicunt quidem etiam) : ἀπάγειν τοῖς σοφίσμασιν ἀλλὰ καὶ G)

v.1.p.130
εἴη ἐπί τινα κρημνὸν φέρουσα, οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἷναι φέρουσαν ἐπ’ αὐτόν, ἀλλ’ ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν, οὕτω καὶ εἰ λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων, οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον, ἀλλ’ ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν.

ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ’ ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ <ἡμῖν> δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ (fr. II 275 A.) ἐν τῇ συνερωτήσει τοῦ σμρίτου προἰόντος τοῦ λόγου φασὶ δεῖν ἴστ’ ἳστασθαι καὶ ἐπέχειν, ἴνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὃλης [*](24a) συνερωτήσεως τοῦ λόγου.

καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτος ἐκκλίνομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, εἲγε χρὴ δογματικῶς αὐτούς ἐπικρῖναι, καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά ἐστιν ἀληθῆ ἤ οὐχ οὕτως ἔχει·

ὑπεμνήσαμεν γὰρ ἒμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικούς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἶοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὧς ἐκ τῶν λεγομένων ὐπ’ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία.

Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει, ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι [*](17 οὕτως GT (sic): οὗτός τις Rustow: Οὗτος? 18 ἡμῖν add. T (que videntur hobis) 22 καὶ ἐπέχειν om. Τ 24 προπίπτειν Bekk. : προσπίπτειν G: concedere Τ 6 ἢ Τ (duo aut plura): καὶ G: ἢ καὶ coniecerat Pappenheim coll. Diog. Laert. VII 62.)

v.1.p.131
τῶν ἐμπειριῶν, ταύτας οἱ καθ’ ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὐπ’ αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων κατὰ τῶν σημαινομένων, ὁ δὲ διαλεκτικὸς οὐδαμῶς,

οἷον ὧς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ‘ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον’. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τούς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ ‘ἒγχεόν μοι τοῦ οἴνου πιεῖν’, ὁμοίως ὁ παῖς πεύσεται ποίου.

οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι, ἀλλ’ ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν, περὶ ταὐτ’ ἃς ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους, καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυποστάτοις ἴσως εἰσὶ συνεζευγμέναι.

ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα (cf. p. ’ εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν.

Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα.

[*](10 ἔχοντες — 14 δὲ om. T 17 παιδίων M 18 εἰ τύχοι om. T 20 οἴνους τις EAB ΙΙ λἐγοι λέγει G 31 λρατθνεῖ τυνεῖ Bekk.: κρατύνει GT (confirmat) 1 αὐτοῦ που suspecta Pappenheimio)