Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις, τῇ μέντοι γʼ ἀληθείᾳ μὴ νομίζειν τοῦτον εἶναι πόλεμον.

Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν, μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς, ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν, ἐπειδὰν αὐτοῖς ὁ πόλεμος ὑπʼ Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν, ἅμα δὲ τούτοις ὑφʼ ἡμῶν περισταθῇ.

Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπʼ Αἰτωλῶν πολεμούμενον, κατὰ δὲ θάλατταν ὑπό τε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττάλου.

λίαν δʼ εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλλον ἐκ τῶν ἤδη γεγονότων.

εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσασθαι τούτους, ἦ που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον;

ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλʼ ἐξ ἀκεραίου βουλευομένους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς ἢ Μακεδόσιν ἐχρῆν συμμαχεῖν.

εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος;

εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπʼ Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων.

ἐπεὶ δὲ συντετελεσμένης ὑπʼ Ἀντιγόνου τῆς πολυθρυλήτου ταύτης ἐλευθερίας καὶ σωτηρίας, ἣν οὗτοι παρʼ ἕκαστον ὑμῖν ὀνειδίζουσι, μετὰ δὲ ταῦτα βουλευόμενοι καὶ πολλάκις ἑαυτοῖς δόντες λόγον, ποτέροις ὑμᾶς δεῖ κοινωνεῖν πραγμάτων, Αἰτωλοῖς ἢ Μακεδόσιν, εἵλεσθε μετέχειν Αἰτωλοῖς, οἷς ἐδώκατε περὶ τούτων πίστεις καὶ κατελάβετε παρʼ ἡμῶν, καὶ συμπεπολεμήκατε τὸν πρῴην συστάντα πόλεμον ἡμῖν πρὸς Μακεδόνας, τίς ἔτι δύναται περὶ τούτων εἰκότως ἐπαπορεῖν;

τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε.

λοιπὸν ἢ διʼ Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν ἢ διὰ Μακεδόνων εὐεργεσίαν ἢ μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρʼ ἀνθρώποις;’

ὁ μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λό