Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε; διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν.

ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος.

ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν.

οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ·

καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν·

ἀλλʼ ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν,

ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθήσων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων.

διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, ὅτι κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφʼ ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι.

περί γε μὴν τῆς Φιλίππου παρανομίας τίς χρεία πλείω λέγειν;

τῆς μὲν γὰρ εἰς τὸ θεῖον ἀσεβείας ἱκανὸν ὑπόδειγμʼ αἱ περὶ τοὺς ἐν Θέρμῳ ναοὺς ὕβρεις, τῆς δʼ εἰς τοὺς ἀνθρώπους ὠμότητος ἡ περὶ τοὺς Μεσσηνίους ἀθεσία καὶ παρασπόνδησις ---

Αἰτωλοὶ γὰρ μόνοι μὲν τῶν Ἑλλήνων ἀντωφθάλμησαν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς τῶν ἀδίκως ἀκληρούντων ἀσφαλείας, μόνοι δὲ πρὸς τὴν Βρέννου καὶ τῶν ἅμα τούτῳ βαρβάρων ἔφοδον ἀντέστησαν, μόνοι δὲ καλούμενοι συνηγωνίζοντο,

βουλόμενοι τὴν πάτριον ἡγεμονίαν τῶν Ἑλλήνων ὑμῖν συγκατασκευάζειν.

ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.