Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

νῦν δʼ ἀφιλοτιμοτάτους καὶ νουνεχεστάτους ποιήσας περί τε τοὺς ἰδίους βίου, καὶ τὰ τῆς σφετέρας πόλεως νόμιμα, πρὸς τοὺς ἄλλους Ἕλληνας φιλοτιμοτάτους καὶ φιλαρχοτάτους καὶ πλεονεκτικωτάτους ἀπέλιπε.

τοῦτο μὲν γὰρ τίς οὐκ οἶδε διότι πρῶτοι σχεδὸν τῶν Ἑλλήνων ἐπιθυμήσαντες τῆς τῶν ἀστυγειτόνων χώρας διὰ πλεονεξίαν ἐπʼ ἐξανδραποδισμῷ Μεσσηνίοις πόλεμον ἐξήνεγκαν;

τοῦτο δὲ τίς οὐχ ἱστόρηκεν ὡς διὰ φιλονεικίαν ἐνόρκους σφᾶς ἐποίησαν μὴ πρόσθεν λύσειν τὴν πολιορκίαν πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Μεσσήνην;

καὶ μὴν τοῦτο γνώριμον ὑπάρχει πᾶσιν, ὡς διὰ τὴν ἐν τοῖς Ἕλλησι φιλαρχίαν, οὓς ἐνίκησαν μαχόμενοι, τούτοις αὖτις ὑπέμειναν ποιεῖν τὸ προσταττόμενον.