Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἑκατέρων δὲ τούτων ὁμοῦ συνδραμόντων εἰς μίαν ψυχὴν ἢ πόλιν, ἀνδρείας καὶ σωφροσύνης, οὐτʼ ἐξ αὐτῶν φῦναι κακίαν εὐμαρὲς οὔθʼ ὑπὸ τῶν πέλας χειρωθῆναι ῥᾴδιον.

διόπερ οὕτως καὶ διὰ τούτων συστησάμενος τὴν πολιτείαν, βεβαίαν μὲν τῇ συμπάσῃ Λακωνικῇ παρεσκεύασε τὴν ἀσφάλειαν, πολυχρόνιον δὲ τοῖς Σπαρτιάταις αὐτοῖς ἀπέλιπε τὴν ἐλευθερίαν.

πρὸς μέντοι γε τὴν τῶν πέλας κατάκτησιν καὶ πρὸς ἡγεμονίαν καὶ καθόλου πρὸς πραγμάτων ἀμφισβήτησιν οὔτʼ ἐν τοῖς κατὰ μέρος οὔτʼ ἐν τοῖς ὅλοις δοκεῖ μοι προνοηθῆναι καθάπαξ οὐδέν.

λοιπὸν ἦν τοιαύτην τινὰ παρεισαγαγεῖν [δεῖ] τοῖς πολίταις ἀνάγκην ἢ πρόθεσιν, διʼ ἧς ὥσπερ καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους αὐτάρκεις αὐτοὺς παρεσκεύασε καὶ λιτούς, οὕτως καὶ τὸ κοινὸν ἔθος τῆς πόλεως αὔταρκες ἔμελλε γίνεσθαι καὶ σῶφρον.