Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἦσαν δʼ οἱ τετελευτηκότες τῶν παρʼ Ἀντιόχου πεζοὶ μὲν οὐ πολὺ λείποντες μυρίων, ἱππεῖς δὲ πλείους τριακοσίων· ζωγρίᾳ δʼ ἑάλωσαν ὑπὲρ τοὺς τετρακισχιλίους.

ἐλέφαντες δὲ τρεῖς μὲν παραχρῆμα, δύο δʼ ἐκ τῶν τραυμάτων ἀπέθανον. τῶν δὲ παρὰ Πτολεμαίου πεζοὶ μὲν εἰς χιλίους καὶ πεντακοσίους ἐτελεύτησαν, ἱππεῖς δʼ εἰς ἑπτακοσίους· τῶν δʼ ἐλεφάντων ἑκκαίδεκα μὲν ἀπέθανον, ᾑρέθησαν δʼ αὐτῶν οἱ πλείους.

ἡ μὲν οὖν πρὸς Ῥαφίαν μάχη γενομένη τοῖς βασιλεῦσι περὶ Κοίλης Συρίας τοῦτον ἀπετελέσθη τὸν τρόπον·

μετὰ δὲ τὴν τῶν νεκρῶν ἀναίρεσιν Ἀντίοχος μὲν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν μετὰ τῆς δυνάμεως, Πτολεμαῖος δὲ τήν τε Ῥαφίαν καὶ τὰς ἄλλας πόλεις ἐξ ἐφόδου παρελάμβανε, πάντων τῶν πολιτευμάτων ἁμιλλωμένων ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας περὶ τὴν ἀποκατάστασιν καὶ μετάθεσιν τὴν πρὸς αὐτόν.

ἴσως μὲν οὖν εἰώθασι πάντες περὶ τοὺς τοιούτους καιροὺς ἁρμόζεσθαί πως ἀεὶ πρὸς τὸ παρόν· μάλιστα δὲ τὸ κατʼ ἐκείνους τοὺς τόπους γένος τῶν ἀνθρώπων εὐφυὲς καὶ πρόχειρον πρὸς τὰς ἐκ τοῦ καιροῦ χάριτας.

τότε δὲ καὶ τῆς εὐνοίας προκαθηγουμένης πρὸς τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας βασιλεῖς εἰκότως τοῦτο συνέβαινε γίνεσθαι· τῇ γὰρ οἰκίᾳ ταύτῃ μᾶλλον ἀεί πως οἱ κατὰ Κοίλην Συρίαν ὄχλοι προσκλίνουσι.

διόπερ οὐκ ἀπέλειπον ὑπερβολὴν ἀρεσκείας, στεφάνοις καὶ θυσίαις καὶ βωμοῖς καὶ παντὶ τῷ τοιούτῳ τρόπῳ τιμῶντες τὸν Πτολεμαῖον.

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντίπατρον τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον·