Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν·

ὁ δʼ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθʼ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν.

ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμβολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπειρᾶτο μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸν τῆς παρατάξεως τόπον.

καταλαβὼν δὲ τοὺς παρʼ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθʼ αὑτὸν μέρος πεπεισμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις.

Πτολεμαῖος δὲ διὰ μὲν τῆς φάλαγγος τὰ ὅλα διακρίνας, διὰ δὲ τῶν ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππέων καὶ μισθοφόρων πολλοὺς ἀποκτείνας κατὰ τὸ δίωγμα τῶν ὑπεναντίων, τότε μὲν ἀναχωρήσας ἐπὶ τῆς ὑπαρχούσης ηὐλίσθη παρεμβολῆς.

τῇ δʼ ἐπαύριον τοὺς μὲν ἰδίους νεκροὺς ἀνελόμενος καὶ θάψας, τοὺς δὲ τῶν ἐναντίων σκυλεύσας, ἀνέζευξε καὶ προῆγε πρὸς τὴν Ῥαφίαν.

ὁ δʼ Ἀντίοχος ἐκ τῆς φυγῆς ἐβούλετο μὲν εὐθέως ἔξω στρατοπεδεύειν, συναθροίσας τοὺς ἐν τοῖς συστήμασι πεφευγότας, τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν ἠναγκάσθη καὶ αὐτὸς εἰσελθεῖν.

οὗτος μὲν οὖν ὑπὸ τὴν ἑωθινὴν ἐξαγαγὼν τὸ σῳζόμενον μέρος τῆς δυνάμεως διέτεινε πρὸς Γάζαν, κἀκεῖ καταστρατοπεδεύσας καὶ διαπεμψάμενος περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως, ἐκήδευσε τοὺς τεθνεῶτας ὑποσπόνδους.