Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐν ᾧ καιρῷ κατασκευασάμενοι τοὺς ἐπιτηδείους πρὸς τὴν πρᾶξιν, πάντων ἑτοίμως αὐτοῖς συνυπακουόντων διὰ τὸ πρὸς τὸν Ἑρμείαν μῖσος, ἐγίνοντο πρὸς τὸ συντελεῖν τὴν ἐπιβολήν.

φασκόντων δὲ δεῖν τῶν ἰατρῶν ἅμα τῷ φωτὶ ποιεῖσθαι τοὺς περιπάτους ὑπὸ τὸ ψῦχος τὸν Ἀντίοχον, ὁ μὲν Ἑρμείας ἧκε πρὸς τὸν ταχθέντα καιρόν, ἅμα δὲ τούτῳ καὶ τῶν φίλων οἱ συνειδότες τὴν πρᾶξιν,

οἱ δὲ λοιποὶ καθυστέρουν διὰ τὸ πολὺ παρηλλάχθαι τὴν ἔξοδον τοῦ βασιλέως πρὸς τὸν εἰθισμένον καιρόν.

διόπερ ἀποσπάσαντες αὐτὸν ἀπὸ τῆς στρατοπεδείας εἴς τινα τόπον ἔρημον, κἄπειτα μικρὸν ἀπονεύσαντος τοῦ βασιλέως ὡς ἐπί τι τῶν ἀναγκαίων, ἐξεκέντησαν.

Ἑρμείας μὲν οὖν τούτῳ τῷ τρόπῳ μετήλλαξε τὸν βίον, οὐδεμίαν ὑποσχὼν τιμωρίαν ἀξίαν τῶν αὑτῷ πεπραγμένων·

ὁ δὲ βασιλεὺς ἀπολυθεὶς φόβου καὶ δυσχρηστίας πολλῆς ἐπανῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπʼ οἴκου, πάντων τῶν κατὰ τὴν χώραν ἀποδεχομένων τάς τε πράξεις αὐτοῦ καὶ τὰς ἐπιβολάς, καὶ μάλιστα κατὰ τὴν δίοδον ἐπισημαινομένων τὴν Ἑρμείου μετάστασιν.

ἐν ᾧ καιρῷ καὶ κατὰ τὴν Ἀπάμειαν αἱ μὲν γυναῖκες τὴν γυναῖκα τὴν Ἑρμείου κατέλευσαν, οἱ δὲ παῖδες τοὺς υἱεῖς.

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο πρὸς τὸν Ἀχαιόν,

ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.

ὁ γὰρ Ἀχαιός, καθʼ οὓς καιροὺς ἐπὶ τὸν Ἀρταβαζάνην ὁ βασιλεὺς ἐστράτευε, πεισθεὶς καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον, καὶ μὴ παθόντος ἐλπίσας διὰ τὸ μῆκος

τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐκ Λυδίας.

παραγενόμενος δʼ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις; Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου. προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ,

καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα.

διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς διατροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βουλόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδʼ ἐξ ἀρχῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας πορθεῖ τὴν Πισιδικήν,