Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πεπεισμένος, ἐὰν ἐπανέληται τὸν Ἀντίοχον, ἐπιτροπεύων τοῦ παιδίου κύριος ἔσεσθαι τῆς ἀρχῆς αὐτός.

κριθέντων δὲ τούτων ὑπερβαλόντες τὸν Ζάγρον ἐνέβαλον εἰς τὴν Ἀρταβαζάνου χώραν,

ἣ παράκειται μὲν τῇ Μηδίᾳ, διειργούσης αὐτὴν τῆς ἀνὰ μέσον κειμένης ὀρεινῆς, ὑπέρκειται δʼ αὐτῆς τινὰ μέρη τοῦ Πόντου κατὰ τοὺς ὑπὲρ τὸν Φᾶσιν τόπους, συνάπτει δὲ πρὸς τὴν Ὑρκανίαν θάλατταν,

ἔχει δὲ πλῆθος ἀνδρῶν ἀλκίμων καὶ μᾶλλον ἱππέων, αὐτάρκης δὲ καὶ ταῖς λοιπαῖς ἐστι ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς.

ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν ἀπὸ Περσῶν ἔτι διατηρεῖσθαι, παροραθείσης αὐτῆς ἐν τοῖς κατʼ Ἀλέξανδρον καιροῖς.

ὁ δʼ Ἀρταβαζάνης, καταπλαγεὶς τὴν ἔφοδον τοῦ βασιλέως, καὶ μάλιστα διὰ τὴν ἡλικίαν, τελέως γὰρ ἤδη γηραιὸς ἦν, εἴξας τοῖς παροῦσιν ἐποιήσατο συνθήκας εὐδοκουμένας Ἀντιόχῳ.

τούτων δὲ κυρωθέντων Ἀπολλοφάνης ὁ ἰατρός, ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως διαφερόντως, θεωρῶν τὸν Ἑρμείαν οὐκέτι φέροντα κατὰ σχῆμα τὴν ἐξουσίαν, ἠγωνία μὲν καὶ περὶ τοῦ βασιλέως, τὸ δὲ πλεῖον ὑπώπτευε καὶ κατάφοβος ἦν ὑπὲρ τῶν καθʼ αὑτόν.

διὸ λαβὼν καιρὸν προσφέρει τῷ βασιλεῖ λόγον, παρακαλῶν μὴ ῥᾳθυμεῖν μηδʼ ἀνυπονόητον εἶναι τῆς Ἑρμείου τόλμης, μηδʼ ἕως τούτου περιμεῖναι μέχρις ἂν οὗ τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν.

ἀπέχειν δʼ οὐ μακρὰν αὐτὸν ἔφη τοῦ κινδύνου· διὸ προσέχειν ἠξίου καὶ βοηθεῖν κατὰ σπουδὴν αὑτῷ τε καὶ τοῖς φίλοις.

τοῦ δʼ Ἀντιόχου πρὸς αὐτὸν ἀνθομολογησαμένου διότι καὶ δυσαρεστεῖ καὶ φοβεῖται τὸν Ἑρμείαν, ἐκείνῳ δὲ μεγάλην χάριν ἔχειν φήσαντος ἐπὶ τῷ κηδεμονικῶς τετολμηκέναι περὶ τούτων εἰπεῖν πρὸς αὐτόν,

ὁ μὲν Ἀπολλοφάνης εὐθαρσὴς ἐγένετο τῷ δοκεῖν μὴ διεψεῦσθαι τῆς αἱρέσεως καὶ διαλήψεως τῆς τοῦ βασιλέως,

ὁ δʼ Ἀντίοχος ἠξίου τὸν Ἀπολλοφάνην συνεπιλαβέσθαι μὴ μόνον τοῖς λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις τῆς αὑτοῦ τε καὶ τῶν φίλων σωτηρίας.

τοῦ δὲ πρὸς πᾶν ἑτοίμως ἔχειν φήσαντος, συμφρονήσαντες μετὰ ταῦτα καὶ προβαλόμενοι σκῆψιν ὡς σκοτωμάτων τινῶν ἐπιπεπτωκότων τῷ βασιλεῖ, τὴν μὲν θεραπείαν ἀπέλυσαν ἐπί τινας ἡμέρας καὶ τοὺς εἰθισμένους παρευτακτεῖν,

πρὸς δὲ τοὺς φίλους ἔλαβον ἐξουσίαν οἷς βούλοιντο κατʼ ἰδίαν χρηματίζειν διὰ τὴν τῆς ἐπισκέψεως πρόφασιν.