Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἳ τὸ μὲν πρῶτον συνεπλέκοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρʼ ἀμφοῖν δυνάμεις ἀπέστησαν. καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατοπέδευσαν τετταράκοντα σταδίους ἀπʼ ἀλλήλων διεστῶτες·

τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθʼ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον.

ἐπιλέξας δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν.

γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρηκότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας ἀπέστη,

ταχὺ δʼ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀποχώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε θορύβου καὶ ταραχῆς·

δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφοδον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.

Μόλων μὲν οὖν, καθʼ ὅσον ἐδύνατο, κατεπράϋνε τὴν

γεγενημένην ἐν αὐτοῖς ταραχήν· ὁ δὲ βασιλεὺς ἕτοιμος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος.