Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐξ ὧν ἀναγκασθήσεσθαι διακινδυνεύειν αὐτόν, ἢ μὴ θέλοντος τοῦτο ποιεῖν ἐκείνου μεταβαλέσθαι τὰς δυνάμεις ταχέως

πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας. κριθείσης δὲ τῆς τοῦ Ζεύξιδος γνώμης, παραυτίκα διελόντες τὴν δύναμιν εἰς τρία μέρη κατὰ τριττοὺς τόπους τοῦ ποταμοῦ διεπεραίουν τὸ πλῆθος καὶ τὰς ἀποσκευάς.

μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν πορείαν ὡς ἐπὶ Δούρων ταύτης μὲν τῆς πόλεως ἔλυσαν ἐξ ἐφόδου τὴν πολιορκίαν — ἐτύγχανε γὰρ ὑπό τινος τῶν τοῦ Μόλωνος ἡγεμόνων πολιορκουμένη —

χρησάμενοι δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν ταῖς ἀναζυγαῖς ὀγδοαῖοι τὸ καλούμενον Ὀρεικὸν ὑπερέβαλον καὶ κατῆραν εἰς Ἀπολλωνίαν.

Μόλων δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πυθόμενος τὴν τοῦ βασιλέως παρουσίαν, καὶ διαπιστῶν τοῖς περὶ τὴν Σουσιανὴν καὶ Βαβυλωνίαν ὄχλοις διὰ τὸ προσφάτως καὶ παραδόξως αὐτῶν ἐγκρατὴς γεγονέναι, φοβούμενος δὲ καὶ τῆς εἰς Μηδίαν ἐπανόδου μὴ διακλεισθῇ, διέγνω ζευγνύειν τὸν Τίγριν καὶ διαβιβάζειν τὰς δυνάμεις,

σπεύδων, εἰ δύναιτο, προκαταλαβέσθαι τὴν τραχεῖαν τῆς Ἀπολλωνιάτιδος διὰ τὸ πιστεύειν τῷ πλήθει τῶν σφενδονητῶν τῶν προσαγορευομένων Κυρτίων.

πράξας δὲ τὸ κριθὲν ταχεῖαν ἐποιεῖτο καὶ σύντονον τὴν πορείαν.

ἅμα δὲ τοῦ τε Μόλωνος συνάπτοντος τοῖς προειρημένοις τόποις καὶ τοῦ βασιλέως ἐκ τῆς Ἀπολλωνίας ὁρμήσαντος μετὰ πάσης δυνάμεως, συνέβη τοὺς ὑπʼ ἀμφοτέρων προαποσταλέντας εὐζώνους ἅμα συμπεσεῖν ἐπί τινας ὑπερβολάς·