Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς. ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων,

ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων,

πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον.

ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδʼ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων,

προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς.

δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων.

ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν

καὶ πολὺς πρὸς ταῖς παρασκευαῖς. ἁθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς Ἀπάμειαν, καί τινος ἐγγενομένης στάσεως τοῖς πολλοῖς ὑπὲρ τῶν προσοφειλομένων ὀψωνίων,

λαβὼν ἐπτοημένον τὸν βασιλέα καὶ δεδιότα τὸ γεγονὸς κίνημα διὰ τὸν καιρόν, ἐπηγγείλατο διαλύσειν πᾶσι τὰς σιταρχίας, ἐὰν αὐτῷ συγχωρήσῃ μὴ στρατεύειν μετʼ αὐτῶν τὸν Ἐπιγένην·

οὐ γὰρ οἷόν τʼ εἶναι τῶν κατὰ λόγον οὐδὲν πράττεσθαι κατὰ τὴν στρατείαν τηλικαύτης ἐν αὐτοῖς ὀργῆς καὶ στάσεως ἐγγεγενημένης.

ὁ δὲ βασιλεὺς δυσχερῶς μὲν ἤκουσε καὶ περὶ παντὸς ἐποιεῖτο σπουδάζων διὰ τὴν ἐμπειρίαν τῶν πολεμικῶν συστρατεύειν αὑτῷ τὸν Ἐπιγένην,

περιεχόμενος δὲ καὶ προκατειλημμένος οἰκονομίαις καὶ φυλακαῖς καὶ θεραπείαις ὑπὸ τῆς Ἑρμείου κακοηθείας οὐκ ἦν αὑτοῦ κύριος· διὸ καὶ τοῖς παροῦσιν εἴκων συνεχώρησε τοῖς ἀξιουμένοις.

τοῦ δʼ Ἐπιγένους κατὰ τὸ προσταχθὲν ἀναχωρήσαντος εἰς ἱμάτιον ---, οἱ μὲν οὖν ἐν τῷ συνεδρίῳ κατεπλάγησαν τὸν φθόνον,

αἱ δὲ δυνάμεις τυχοῦσαι τῶν ἀξιουμένων ἐκ μεταβολῆς εὐνοϊκῶς διέκειντο πρὸς τὸν αἴτιον τῆς τῶν ὀψωνίων διορθώσεως πλὴν τῶν Κυρρηστῶν·

οὗτοι δʼ ἐστασίασαν καὶ σχεδὸν εἰς ἑξακισχιλίους ὄντες τὸν ἀριθμὸν ἀπέστησαν, καὶ πολλὰς δή τινας ἀηδίας ἐπὶ χρόνον ἱκανὸν παρέσχον· τέλος δὲ μάχῃ κρατηθέντες ὑπό τινος τῶν τοῦ βασιλέως στρατηγῶν οἱ μὲν πλεῖστοι διεφθάρησαν, οἱ δὲ περιλειφθέντες παρέδοσαν ἑαυτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.

ὁ δʼ Ἑρμείας τοὺς μὲν φίλους διὰ τὸν φόβον, τὰς δὲ δυνάμεις διὰ τὴν εὐχρηστίαν ὑφʼ ἑαυτὸν πεποιημένος, ἀναζεύξας προῆγε μετὰ τοῦ βασιλέως.

περὶ δὲ τὸν Ἐπιγένην πρᾶξιν συνεστήσατο τοιαύτην, λαβὼν συνεργὸν τὸν ἀκροφύλακα τῆς Ἀπαμείας Ἄλεξιν.