Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λουθήσων πρωῒ τοῖς ὑπεναντίοις. οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χορηγίας, ὥρμησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν.

ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνοποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν.

οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγείρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρησαν,

τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν· οὐ μὴν ἀλλʼ οἱ πλείους καὶ τούτων ἀπώλλυντο.

καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός· πάντες γὰρ ἐκπλαγεῖς καὶ περιδεεῖς ἦσαν,

ἅμα δὲ καὶ τῆς ἀντίπερα παρεμβολῆς ὑπὸ τὴν ὄψιν οὔσης ἐν πάνυ βραχεῖ διαστήματι, τῆς μὲν τοῦ ποταμοῦ βίας καὶ δυσχρηστίας ἐξελανθάνοντο διὰ τὴν ἐπιθυμίαν τὴν πρὸς τὸ σῴζεσθαι,

κατὰ δὲ τὴν παράστασιν καὶ τὴν ὁρμὴν τὴν πρὸς τὴν σωτηρίαν ἐρρίπτουν ἑαυτοὺς εἰς τὸν ποταμόν, ἐνίεσαν δὲ καὶ τὰ ὑποζύγια σὺν ταῖς ἀποσκευαῖς,

ὡς τοῦ ποταμοῦ κατά τινα πρόνοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφαλῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν.

ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαίνεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, νεκρῶν, ἀποσκευῆς παντοδαπῆς.

Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας.

συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν.

παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας.

γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα.

τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δʼ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα.

διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι.

πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων.

Ἀντίοχος δέ,

τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν