Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀμφίδαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ.

τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων,

κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει,

πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει.

οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων·

ὁ δʼ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδʼ ἀληθινῶς εὐνοεῖν αὐτῷ· καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι.

καθʼ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατʼ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατʼ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον,

καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθʼ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς

Μακεδόνας πόλεμον. τὸ μὲν οὖν πρῶτον Φίλιππος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα τὸν Ἀπελλῆν.

τῶν δὲ παραγενομένων, ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελλῆς, καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ βασιλέως· "

ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασιλεύς, Ἄρατε, καὶ λίαν ἀγνώμονας εὑρίσκει, κρίνει συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολογισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μακεδονίαν.

" ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν καθόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγομένων ὀξέως μηδʼ ἀκρίτως μηδέποτε πιστεύειν,

ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν ἢ δέξασθαι τὴν διαβολήν· καὶ γὰρ βασιλικὸν εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον.

διὸ καὶ νῦν ἠξίου περὶ τῶν ὑπʼ Ἀπελλοῦ λεγομένων καλεῖν τοὺς ἀκηκοότας, ἄγειν εἰς τὸ μέσον τὸν εἰρηκότα πρὸς αὐτόν, μηδὲν παραλιπεῖν τῶν δυνατῶν εἰς τὸ γνῶναι τὴν ἀλήθειαν, πρὶν ἢ πρὸς τοὺς Ἀχαιοὺς