Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πόλεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄργος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πράξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προειρημέναις στρατείαις.

ὁ δʼ Ἀπελλῆς οὐδʼ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλʼ οἷός τʼ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς.

ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ.

ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν.

συνίστανε δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρʼ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δʼ αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν.

περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως.

διʼ ἃ δὴ καὶ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν Ἠλείαν ἅμα ποιούμενον τὴν πορείαν.

πεισθέντος δʼ αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ καιροῦ, καὶ τοὺς μὲν παρακαλῶν, οἷς δʼ ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κατεκράτησε δʼ οὖν ὅμως τοῦ γενέσθαι στρατηγὸν Ἐπήρατον Φαραιέα, τὸν δὲ Τιμόξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσαγόμενον.

μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιησάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκειται δὲ τῆς Δυμαίων χώρας· κατέσχον δʼ αὐτὸ μικροῖς ἔμπροσθεν χρόνοις, καθάπερ ἀνώτερον εἶπον, οἱ περὶ τὸν Εὐριπίδαν.

σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις, προσεστρατοπέδευσε μετὰ πάσης δυνάμεως.

καταπλαγέντες δʼ οἱ φυλάττοντες τῶν Ἠλείων παρέδοσαν τὸ φρούριον τῷ Φιλίππῳ, χωρίον οὐ μέγα μέν, ἠσφαλισμένον δὲ διαφερόντως·

τὴν μὲν γὰρ περίμετρον εἶχεν οὐ πλείω τριῶν ἡμισταδίων, τὸ δʼ ὕψος τοῦ τείχους οὐδαμῇ τριάκοντα πήχεων ἔλαττον.

παραδοὺς δὲ τοῦτο τοῖς Δυμαίοις ἐπῄει πορθῶν τὴν τῶν Ἠλείων χώραν· φθείρας δὲ ταύτην, καὶ πολλὴν περιβαλόμενος λείαν, ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Δύμην.

ὁ δʼ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τῷ διʼ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας. ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας.