Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν.

τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δʼ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς κατʼ ἄνδρα μὲν καὶ κατʼ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπʼ ἴσον συντάξεως ἄπρακτοι.

Θετταλῶν γοῦν ἱππεῖς κατʼ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατʼ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς· Αἰτωλοὶ δὲ τούτων τἀναντία.

Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς· Ἀχαιοὶ δὲ καὶ Μακεδόνες τἀναντία τούτων.

ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώσκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ παραπλήσια τῶν ἐπιτηδευμάτων.

ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν Ἀχαιῶν —

ἀπὸ γὰρ τούτων παρεξέβημεν — καὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοινῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς ἄλλοις ἐπιγραφῆναι,

περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων οὐδένα προσλαβεῖν·

ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν ἡ γεγενημένη συμμαχία διʼ Ἀντιγόνου κατὰ τοὺς Κλεομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς.

ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως.