Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς.

τέλος δὲ πένθʼ ἡμέραις πρότερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν.

ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως.

Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον·

καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος,

ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος.

ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως.

ὁ δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν.

διὸ καὶ τροπαίων ἐπʼ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτʼ ἦν εὐχείρωτος.

οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δʼ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον.