Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ μὲν οὖν Τιμόξενος ὁ τότʼ ἔθʼ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων.

μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς.

ὁ δʼ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ τῶν ἐπάνω χρόνων.

διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς.

τέλος δὲ πένθʼ ἡμέραις πρότερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν.

ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως.

Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον·

καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος,

ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος.

ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως.

ὁ δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν.