Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν ᾧ λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν,

συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασάμενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν.

ποιούμενοι δὲ τὴν πορείαν διὰ τῆς Πατρέων καὶ Φαραιέων καὶ Τριταιέων χώρας ὑπεκρίνοντο μὲν βούλεσθαι μηδὲν ἀδίκημα ποιεῖν εἰς τοὺς Ἀχαιούς,

οὐ δυναμένου δὲ τοῦ πλήθους ἀπέχεσθαι τῆς χώρας διὰ τὴν πρὸς τὰς ὠφελείας ἀκρασίαν, κακοποιοῦντες αὐτὴν καὶ λυμαινόμενοι διῄεσαν, μέχρι παρεγενήθησαν εἰς τὴν Φιγάλειαν.

ποιησάμενοι δὲ τὴν ὁρμὴν ἐντεῦθεν αἰφνιδίως καὶ θρασέως, ἐνέβαλον εἰς τὴν τῶν Μεσσηνίων χώραν, οὔτε τῆς ὑπαρχούσης αὐτοῖς ἐκ παλαιῶν χρόνων πρὸς τοὺς Μεσσηνίους φιλίας καὶ συμμαχίας οὐδʼ ἡντινοῦν ποιησάμενοι πρόνοιαν οὔτε τῶν κατὰ κοινὸν ὡρισμένων δικαίων παρʼ ἀνθρώποις.

ἅπαντα δʼ ἐν ἐλάττονι θέμενοι τῆς σφετέρας πλεονεξίας ἀδεῶς ἐπόρθουν, οὐ τολμώντων ἐπεξιέναι καθόλου τῶν Μεσσηνίων.

οἱ δʼ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον. συνελθόντες δʼ εἰς τὴν ἐκκλησίαν,

καὶ τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμένοις καὶ παρασπονδουμένοις,

διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις,

μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας,

ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· ὃ δʼ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτʼ εἶναι κύριον.