Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν.

τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαισθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων.

μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου — πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον — προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν.

ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.

οἱ δʼ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν.

οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν.

ὧν ὁ βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δʼ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης.

οἱ δʼ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον. ὁ δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρόπολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην.

τῶν δʼ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμησάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, ἣ κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων ἢ κωλύειν τελείως ἢ κακοποιήσειν πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν,

συννοήσας αὐτῶν τὴν ἐπιβολὴν ὁ βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησπικότας.