Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄει.

καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλʼ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ περιεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς·

ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδʼ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακε

δονίαν. Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκούσας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν Ἄμβρακον.

χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις.

ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον,

αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον.

ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι — λείπει γὰρ τῶν πέντε σταδίων —

προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας.

περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους.