Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Κνώσιοι συμφρονήσαντες Γορτυνίοις πᾶσαν ἐποιήσαντο τὴν Κρήτην ὑφʼ αὑτοὺς πλὴν τῆς Λυττίων πόλεως· μόνης δὲ ταύτης ἀπειθούσης, ἐπεβάλοντο πολεμεῖν, σπεύδοντες αὐτὴν εἰς τέλος ἀνάστατον ποιῆσαι καὶ παραδείγματος καὶ φόβου χάριν τῶν ἄλλων Κρηταιέων.

τὸ μὲν οὖν πρῶτον ἐπολέμουν πάντες οἱ Κρηταιεῖς τοῖς Λυττίοις· ἐγγενομένης δὲ φιλοτιμίας ἐκ τῶν τυχόντων, ὅπερ ἔθος ἐστὶ Κρησίν, ἐστασίασαν πρὸς τοὺς ἄλλους.

καὶ Πολυρρήνιοι μὲν καὶ Κεραῗται καὶ Λαππαῖοι, πρὸς δὲ τούτοις Ὅριοι μετʼ Ἀρκάδων, ὁμοθυμαδὸν ἀποστάντες τῆς τῶν Κνωσίων φιλίας,

ἔγνωσαν τοῖς Λυττίοις συμμαχεῖν, τῶν δὲ Γορτυνίων οἱ μὲν πρεσβύτεροι τὰ τῶν Κνωσίων, οἱ δὲ νεώτεροι τὰ τῶν Λυττίων αἱρούμενοι, διεστασίασαν πρὸς ἀλλήλους.

οἱ δὲ Κνώσιοι, παραδόξου γεγονότος αὐτοῖς τοῦ περὶ τοὺς συμμάχους κινήματος, ἐπισπῶνται χιλίους ἐξ Αἰτωλίας ἄνδρας κατὰ συμμαχίαν.

οὗ γενομένου παραυτίκα τῶν Γορτυνίων οἱ πρεσβύτεροι καταλαμβανόμενοι τὴν ἄκραν εἰσάγονται τούς τε Κνωσίους καὶ τοὺς Αἰτωλούς· καὶ τοὺς μὲν ἐξέβαλον, τοὺς δʼ ἀπέκτειναν τῶν

νέων, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Κνωσίοις. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυττίων ἐξωδευκότων εἰς τὴν πολεμίαν πανδημεί, συννοήσαντες οἱ Κνώσιοι τὸ γεγονὸς καταλαμβάνονται τὴν Λύττον, ἔρημον οὖσαν τῶν βοηθησόντων·

καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας εἰς Κνωσὸν ἀπέπεμψαν, τὴν δὲ πόλιν ἐμπρήσαντες καὶ κατασκάψαντες καὶ λωβησάμενοι κατὰ πάντα τρόπον ἐπανῆλθον.

οἱ δὲ Λύττιοι παραγενόμενοι πρὸς τὴν πόλιν ἀπὸ τῆς ἐξοδείας, καὶ συνθεασάμενοι τὸ συμβεβηκός, οὕτως περιπαθεῖς ἐγένοντο ταῖς ψυχαῖς ὥστε μηδʼ εἰσελθεῖν μηδένα τολμῆσαι τῶν παρόντων εἰς τὴν πατρίδα·