Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους·

πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ Βυζαντίους·

ἀποδοῦναι δὲ Προυσίαν Βυζαντίοις τάς τε χώρας καὶ τὰ φρούρια καὶ τοὺς λαοὺς καὶ τὰ πολεμικὰ σώματα χωρὶς λύτρων, πρὸς δὲ τούτοις τὰ πλοῖα τὰ κατʼ ἀρχὰς ληφθέντα τοῦ πολέμου καὶ τὰ βέλη τὰ καταληφθέντʼ ἐν τοῖς ἐρύμασιν, ὁμοίως δὲ καὶ τὰ ξύλα καὶ τὴν λιθίαν καὶ τὸν κέραμον τὸν ἐκ τοῦ Ἱεροῦ χωρίου —

ὁ γὰρ Προυσίας, ἀγωνιῶν τὴν τοῦ Τιβοίτου κάθοδον, πάντα καθεῖλε τὰ δοκοῦντα τῶν φρουρίων εὐκαίρως πρός τι κεῖσθαι —

ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυνῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαντίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς.

ὁ μὲν οὖν Ῥοδίοις καὶ Προυσίᾳ πρὸς Βυζαντίους συστὰς πόλεμος τοιαύτας ἔλαβε τὰς ἀρχὰς καὶ

τὸ τέλος· κατὰ δὲ τὸν καιρὸν τοῦτον Κνώσιοι πρεσβεύσαντες πρὸς Ῥοδίους ἔπεισαν τάς τε μετὰ Πολεμοκλέους ναῦς καὶ τρία τῶν ἀφράκτων προσκατασπάσαντας αὑτοῖς ἀποστεῖλαι.

γενομένου δὲ τούτου, καὶ τῶν πλοίων ἀφικομένων εἰς τὴν Κρήτην, καὶ σχόντων ὑποψίαν τῶν Ἐλευθερναίων ὅτι τὸν πολίτην αὑτῶν Τίμαρχον οἱ περὶ τὸν Πολεμοκλῆ χαριζόμενοι τοῖς Κνωσίοις ἀνῃρήκασι, τὸ μὲν πρῶτον ῥύσια κατήγγειλαν τοῖς Ῥοδίοις, μετὰ δὲ ταῦτα πόλεμον ἐξήνεγκαν.

περιέπεσον δὲ καὶ Λύττιοι βραχὺ πρὸ τούτων τῶν καιρῶν ἀνηκέστῳ συμφορᾷ. καθόλου γὰρ τὰ κατὰ τὴν σύμπασαν Κρήτην ὑπῆρχεν ἐν τοιαύτῃ τινὶ τότε καταστάσει.