Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόντον, μιᾷ δʼ ἐκπλεύσας ὁ ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγμένοι τὸν πόλεμον.

τῶν δʼ οὐ προσεχόντων ἀπέπλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις εἰς τὴν Ῥόδον.

οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδονίας·

ἐδόκει γὰρ οὐχ ἧττον ἡ Βιθυνῶν ἀρχὴ Τιβοίτῃ καθήκειν ἢ Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸν

αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέ