Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους,

ὃς κατὰ τὴν προειρημένην ὁρμὴν πολεμῶν παρείλετο μὲν αὐτῶν τὸ καλούμενον ἐπὶ τοῦ στόματος Ἱερόν,

ὃ Βυζάντιοι μικροῖς ἀνώτερον χρόνοις μεγάλων ὠνησάμενοι χρημάτων ἐσφετερίσαντο διὰ τὴν εὐκαιρίαν τοῦ τόπου, βουλόμενοι μηδεμίαν ἀφορμὴν μηδενὶ καταλιπεῖν μήτε κατὰ τῶν εἰς τὸν Πόντον πλεόντων ἐμπόρων μήτε περὶ τοὺς δούλους καὶ τὰς ἐξ αὐτῆς τῆς θαλάττης ἐργασίας,

παρείλετο δὲ καὶ τὴν ἐπὶ τῆς Ἀσίας χώραν, ἣν κατεῖχον Βυζάντιοι τῆς Μυσίας πολλοὺς ἤδη χρόνους.

οἱ δὲ Ῥόδιοι πληρώσαντες ναῦς ἕξ, ἅμα δὲ ταύταις παρὰ τῶν συμμάχων προσλαβόντες τέτταρας, καὶ ναύαρχον προχειρισάμενοι Ξενόφαντον, ἔπλεον ἐφʼ Ἑλλησπόντου δέκα ναυσί.