Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά θʼ ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης.

οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δʼ αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν. —

δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους. —

ἁπλῶς δʼ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν,

ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως ὀττευόμενοι τῶν πρέσβεων εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. —

οἱ δὲ πάντες ἅμʼ ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ παρελύθησαν.

ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλʼ οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι τῶν κακῶν ὄντας τούτων,

οἱ δʼ ἐπὶ τοὺς κατειλημμένους τῶν Ἰταλικῶν καὶ ἐπὶ τούτους ἀπηρείσαντο τὸν θυμόν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως —