Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀμίλκας, ὁ καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. —

οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. —

τὰς προφυλακὰς βλέπων ὁ Φαμέας,

ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. —

αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη,

ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς. —

οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπʼ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος·

ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν [πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας]

οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. —

οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων