Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέ

σθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον.

παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τʼ ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας.

οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθʼ ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι.

τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων.

διόπερ ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην,

γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρʼ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι.

γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω.

τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας.

ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.