Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας.

ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσαι καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν.

οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο·

συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατʼ ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφʼ οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς· ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν.

διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.

ἐπειδὴ δὲ πάντʼ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τʼ ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθʼ αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους.

ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δʼ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δʼ οὐδενὶ τῶν μετʼ αὐτοῦ, καίτοι πλειόνων ὄντων.

οὗτοι δʼ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον.