Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον,

ἀναλαβεῖν δʼ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον.

παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φασηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον,

τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ,

καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον. κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου,

προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν.

τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν.

ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρʼ αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου.

τῶν δὲ πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ τοῖς Φασηλίταις ἦν.

οὔτε γὰρ ἔχειν παρʼ αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτʼ ἀναπέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες.

λοιπὸν ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον.

τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομπῆς, ἵνα μετʼ ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δʼ ἀμφοτέρων τοῖς γραφομένοις,

τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφʼ ὅσον οἷός τʼ ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν.

τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος;

οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως· ἀλλʼ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς. —

ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν ἃ μάλιστʼ ἄν τις αὑτοῦ χάριν οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευάζων·