Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν.

τούτων δʼ ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κῴοις Ἱππόκριτος καὶ Διομέδων ἀδελ

φοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος. ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν πρὸς τὸν Περσέα παρʼ ἐκείνων,

ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρʼ ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τʼ ἦσαν εἴκειν οὐδʼ ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλʼ ἀκμὴν ἠμφισβήτουν.

τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέτρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδʼ ἔσχατον ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν.

ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν.

Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, διαπεσταλμένος ὑπὸ τῶν προειρημένων.

οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον. τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον.

κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ Πολυάρατον καὶ παρὰ τούτων πρὸς ἐκεῖνον.

ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον.

πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα.

τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος.

παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς.

ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτʼ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν.

ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδʼ ἂν αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν.

εἰ δʼ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου ʼκείνου τοῦτʼ ἔδει γενέσθαι κατʼ ἀνάγκην. τί οὖν κατελείπεθʼ ἕτερον; ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετʼ ἀσφαλείας οὐκ ἦν.