Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν.

ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος. τεκμήραιτο δʼ ἄν τις ἐκ τούτων.

ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους·

καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς "ὁρᾶτʼ" ἔφη "τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρʼ ὑμῖν." ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν.

τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος "χαίρετε, θεοὶ σωτῆρεσ", ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων.

ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν.

φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε διʼ αὐτὸ τοῦτο φιλάνθρωπον.