Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν· Μολοττῶν δʼ ὑπάρξαι τὰς πλείστας· πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.

ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων·

ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.

ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογούμενος.

οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς οὐδὲν ἔτι διατείνειν,

συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν ἑαλώκει μετὰ τῶν Περσέως τέκνων,

βουλόμενοι τὴν αὑτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. —