Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὕτως χρὴ καὶ τοὺς ὑπὲρ τῶν ὅλων προεστῶτας σκοπεῖν οὐχ ὅπου τι τοῦ σώματος γυμνόν, ἀλλὰ ποῦ τῆς ψυχῆς εὐχείρωτόν τι παραφαίνεται τοῦ τῶν ἐναντίων ἡγεμόνος,

ἐπειδὴ πολλοὶ μὲν διὰ ῥᾳθυμίαν καὶ τὴν σύμπασαν ἀργίαν οὐ μόνον τὰς κοινὰς πράξεις, ἀλλὰ καὶ τοὺς ἰδίους καταπροΐενται βίους ἄρδην,

πολλοὶ δὲ διὰ τὴν πρὸς τὸν οἶνον ἐπιθυμίαν οὐδʼ ὑπνῶσαι δύνανται χωρὶς ἀλλοιώσεως καὶ μέθης,

ἔνιοι δὲ διὰ τὰς τῶν ἀφροδισίων ὁρμὰς καὶ τὴν ἐν τούτοις ἔκπληξιν οὐ μόνον πόλεις καὶ βίους ἀναστάτους πεποιήκασιν, ἀλλὰ καὶ τὸ ζῆν αὑτῶν ἀφῄρηνται μετʼ αἰσχύνης.

καὶ μὴν δειλία καὶ βλακεία κατʼ ἰδίαν μὲν αὐτοῖς ὄνειδος ἐπιφέρει τοῖς ἔχουσι, περὶ δὲ τὸν τῶν ὅλων ἡγεμόνα γενομένη κοινόν ἐστι καὶ μέγιστον συμπτωμάτων.

οὐ γὰρ μόνον ἀπράκτους ποιεῖ τοὺς ὑποταττομένους, πολλάκις δὲ καὶ κινδύνους ἐπιφέρει τοὺς μεγίστους τοῖς πεπιστευκόσι.

προπέτειά γε μὴν καὶ θρασύτης καὶ θυμὸς ἄλογος, ἔτι δὲ κενοδοξία καὶ τῦφος εὐχείρωτα μὲν τοῖς ἐχθροῖς, ἐπισφαλέστατα δὲ τοῖς φίλοις. πρὸς γὰρ πᾶσαν ἐπιβουλήν, ἐνέδραν, ἀπάτην ἕτοιμος ὅ γε τοιοῦτος.