Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτήματα καὶ τῇδέ που προσιέναι τοῖς ὑπεναντίοις, ᾗ μάλιστα καὶ διʼ ὧν εὐχείρωτος ἔσθʼ ὁ προεστὼς τῶν πολεμίων, τάχιστʼ ἂν τῶν ὅλων κατακρατοίη. καθάπερ γὰρ νεὼς ἐὰν ἀφέλῃ τις τὸν κυβερνήτην,

τὸ ὅλον αὐτανδρὶ σκάφος ὑποχείριον γίνεται τοῖς ἐχθροῖς, τὸν αὐτὸν τρόπον ἐὰν τὸν προεστῶτα [πόλεμον] δυνάμεως χειρώσηταί τις κατὰ τὰς ἐπιβολὰς καὶ συλλογισμούς, αὐτανδρὶ γίνεται πολλάκις κρατεῖν τῶν ἀντιταττομένων.

ἃ δὴ καὶ τότε προϊδόμενος καὶ συλλογισάμενος Ἀννίβας περὶ τοῦ τῶν ἐναντίων ἡγεμόνος οὐ διεσφάλη τῆς ἐπιβολῆς.

ὡς γὰρ θᾶττον ποιησάμενος ἀναζυγὴν ἀπὸ τῶν κατὰ τὴν Φαισόλαν τόπων καὶ μικρὸν ὑπεράρας τὴν τῶν Ῥωμαίων στρατοπεδείαν ἐνέβαλεν εἰς τὴν προκειμένην χώραν,

εὐθέως μετέωρος ἦν ὁ Φλαμίνιος καὶ θυμοῦ πλήρης, δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖσθαι.

μετὰ δὲ ταῦτα πορθουμένης τῆς χώρας, καὶ πανταχόθεν τοῦ καπνοῦ σημαίνοντος τὴν καταφθορὰν αὐτῆς, ἐσχετλίαζε, δεινὸν ἡγούμενος τὸ γινόμενον.

διὸ καὶ τινῶν οἰομένων δεῖν μὴ προχείρως ἐπακολουθεῖν μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις, φυλάττεσθαι δὲ καὶ προσέχειν τὸ πλῆθος τῶν ἱππέων, μάλιστα δὲ καὶ τὸν ἕτερον ὕπατον προσλαβεῖν καὶ πᾶσιν ἐπὶ ταὐτὸ τοῖς στρατοπέδοις ὁμοῦ ποιήσασθαι τὸν κίνδυνον,